Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἰφιγένεια
ὦ μελέα δεινᾶς τόλμας. δείν᾽ ἔτλαν
870δείν᾽ ἔτλαν, ὤμοι σύγγονε. παρὰ δ᾽ ὀλίγον
ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν
δαϊχθεὶς χερῶν.
ἁ δ᾽ ἐπ᾽ αὐτοῖσι τίς τελευτά;
τίς τύχα μοι συγχωρήσει;
875τίνα σοι πόρον εὑρομένα —
πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω
πατρίδ᾽ ἐς Ἀργείαν,
880πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι;
τόδε τόδε σόν, ὦ μελέα ψυχά,
χρέος ἀνευρίσκειν.
πότερον κατὰ χέρσον, οὐχὶ ναΐ — ;
885ἀλλὰ ποδῶν ῥιπᾷ
θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα
καὶ δι᾽ ὁδοὺς ἀνόδους στείχων: διὰ κυανέας μὴν
890στενοπόρου πέτρας μακρὰ κέλευθα να-
ΐοισιν δρασμοῖς.
τάλαινα, τάλαινα.
895τίς ἂν οὖν τάδ᾽ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ
τί τῶν ἀδοκήτων,
πόρον ἄπορον ἐξανύσας, δυοῖν
τοῖν μόνοιν Ἀτρείδαιν φαίνοι
κακῶν ἔκλυσιν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.