Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἠλέκτρα
ἑλίσσετέ νυν βλέφαρα,
κόραισι δίδοτε πάντα διὰ βοστρύχων. Ἡμίχορος
ὅδε τις ἐν τρίβῳ προσέρχεται. τίς ὅδ᾽ ἄρ᾽ ἀμ-
1270φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ; Ἠλέκτρα
ἀπωλόμεσθ᾽ ἄρ᾽, ὦ φίλαι: κεκρυμμένους
θῆρας ξιφήρεις αὐτίκ᾽ ἐχθροῖσιν φανεῖ. Ἡμίχορος
ἄφοβος ἔχε: κενός, ὦ φίλα,
στίβος ὃν οὐ δοκεῖς. Ἠλέκτρα
1275τί δέ; τὸ σὸν βέβαιον ἔτι μοι μένει;
δὸς ἀγγελίαν ἀγαθάν τιν᾽,
εἰ τάδ᾽ ἔρημα τὰ πρόσθ᾽ αὐλᾶς. Ἡμίχορος
καλῶς τά γ᾽ ἐνθένδ᾽. ἀλλὰ τἀπὶ σοῦ σκόπει:
ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται. Ἡμίχορος
1280ἐς ταὐτὸν ἥκεις: καὶ γὰρ οὐδὲ τῇδ᾽ ὄχλος. Ἠλέκτρα
φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω. Χορός
τί μέλλεθ᾽ οἱ κατ᾽ οἶκον ἐν ἡσυχίᾳ
1285σφάγια φοινίσσειν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.