previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πυλάδης

κἀμὲ νῦν ἐροῦ τί πάσχω: καὶ γὰρ αὐτὸς οἴχομαι.

Ὀρέστης

πρὸς τίνος; τοῦτ᾽ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.

Πυλάδης

765Στρόφιος ἤλασέν μ᾽ ἀπ᾽ οἴκων φυγάδα θυμωθεὶς πατήρ.

Ὀρέστης

ἴδιον κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;

Πυλάδης

ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.

Ὀρέστης

τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.

Πυλάδης

οὐχὶ Μενέλεω τρόποισι χρώμεθ᾽: οἰστέον τάδε.

Ὀρέστης

770οὐ φοβῇ μή σ᾽ Ἄργος ὥσπερ κἄμ᾽ ἀποκτεῖναι θέλῃ;

Πυλάδης

οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ.

Ὀρέστης

δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.

Πυλάδης

ἀλλ᾽ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσ᾽ ἀεί.

Ὀρέστης

εἶἑν. ἐς κοινὸν λέγειν χρή.

Πυλάδης
τίνος ἀναγκαίου πέρι;

Ὀρέστης

775εἰ λέγοιμ᾽ ἀστοῖσιν ἐλθὼν

Πυλάδης
ὡς ἔδρασας ἔνδικα;

Ὀρέστης

πατρὶ τιμωρῶν ἐμαυτοῦ;

Πυλάδης
μὴ λάβωσί σ᾽ ἄσμενοι.

Ὀρέστης

ἀλλ᾽ ὑποπτήξας σιωπῇ κατθάνω;

Πυλάδης
δειλὸν τόδε.

Ὀρέστης

πῶς ἂν οὖν δρῴην;

Πυλάδης
ἔχεις τιν᾽, ἢν μένῃς, σωτηρίαν;

Ὀρέστης

οὐκ ἔχω.

Πυλάδης
μολόντι δ᾽ ἐλπίς ἐστι σωθῆναι κακῶν;

Ὀρέστης

780εἰ τύχοι, γένοιτ᾽ ἄν.

Πυλάδης
οὐκοῦν τοῦτο κρεῖσσον μένειν.

Ὀρέστης

ἀλλὰ δῆτ᾽ ἔλθω.

Πυλάδης
θανὼν γοῦν ὧδε κάλλιον θανῇ.

Ὀρέστης

εὖ λέγεις: φεύγω τὸ δειλὸν τῇδε.

Πυλάδης
μᾶλλον μένων.

Ὀρέστης

καὶ τὸ πρᾶγμά γ᾽ ἔνδικόν μοι.

Πυλάδης
τῷ Δοκεῖν εὔχου μόνον.

Ὀρέστης

καί τις ἄν γέ μ᾽ οἰκτίσειε ...

Πυλάδης
μέγα γὰρ εὐγένειά σου.

Ὀρέστης

785θάνατον ἀσχάλλων πατρῷον.

Πυλάδης
πάντα ταῦτ᾽ ἐν ὄμμασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: