previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θησεύς

1165Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,
ὁρᾶτε παῖδας τούσδ᾽ ἔχοντας ἐν χεροῖν
πατέρων ἀρίστων σώμαθ᾽ ὧν ἀνειλόμην:
τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.
ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους
1170σῴζειν, ὁρῶντας ὧν ἐκύρσατ᾽ ἐξ ἐμοῦ,
παισίν θ᾽ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους,
τιμᾶν πόλιν τήνδ᾽, ἐκ τέκνων ἀεὶ τέκνοις
μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.
Ζεὺς δὲ ξυνίστωρ οἵ τ᾽ ἐν οὐρανῷ θεοὶ
1175οἵων ὑφ᾽ ἡμῶν στείχετ᾽ ἠξιωμένοι.

Ἄδραστος

Θησεῦ, ξύνισμεν πάνθ᾽ ὅσ᾽ Ἀργείαν χθόνα
δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν,
χάριν τ᾽ ἀγήρων ἕξομεν: γενναῖα γὰρ
παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.

Θησεύς

1180τί δῆτ᾽ ἔθ᾽ ὑμῖν ἄλλ᾽ ὑπουργῆσαί με χρή;

Ἄδραστος

χαῖρ᾽: ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.

Θησεύς

ἔσται τάδ᾽: ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.

Ἀθήνα

Ἀθήνα

ἄκουε, Θησεῦ, τούσδ᾽ Ἀθηναίας λόγους,
χρή σε δρᾶσαι, δρῶντα δ᾽ ὠφελεῖν τάδε.
1185μὴ δῷς τάδ᾽ ὀστᾶ τοῖσδ᾽ ἐς Ἀργείαν χθόνα
παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς,
ἀλλ᾽ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων
πρῶτον λάβ᾽ ὅρκον. τόνδε δ᾽ ὀμνύναι χρεὼν
Ἄδραστον: οὗτος κύριος, τύραννος ὤν,
1190πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.
δ᾽ ὅρκος ἔσται, μήποτ᾽ Ἀργείους χθόνα
ἐς τήνδ᾽ ἐποίσειν πολέμιον παντευχίαν,
ἄλλων τ᾽ ἰόντων ἐμποδὼν θήσειν δόρυ.
ἢν δ᾽ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλιν
1195κακῶς ὀλέσθαι πρόστρεπ᾽ Ἀργείων χθόνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: