previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς,
220ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς
ξένοισιν ὧδ᾽ ἔδωκας ὡς ζώντων θεῶν,
λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν
ἥλκωσας οἴκους: χρῆν γὰρ οὐδὲ σώματα
ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,
225εὐδαιμονοῦντας δ᾽ ἐς δόμους κτᾶσθαι φίλους.
κοινὰς γὰρ θεὸς τὰς τύχας ἡγούμενος
τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε
τὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα.
ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,
230μάντεων λεγόντων θέσφατ᾽, εἶτ᾽ ἀτιμάσας
βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,
νέοις παραχθείς, οἵτινες τιμώμενοι
χαίρουσι πολέμους τ᾽ αὐξάνουσ᾽ ἄνευ δίκης,
φθείροντες ἀστούς, μὲν ὅπως στρατηλατῇ,
235 δ᾽ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών,
ἄλλος δὲ κέρδους οὕνεκ᾽, οὐκ ἀποσκοπῶν
τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.
τρεῖς γὰρ πολιτῶν μερίδες: οἳ μὲν ὄλβιοι
ἀνωφελεῖς τε πλειόνων τ᾽ ἐρῶσ᾽ ἀεί:
240οἳ δ᾽ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου
δεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος,
ἐς τοὺς ἔχοντας κέντρ᾽ ἀφιᾶσιν κακά,
γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι:
τριῶν δὲ μοιρῶν 'ν μέσῳ σῴζει πόλεις,
245κόσμον φυλάσσουσ᾽ ὅντιν᾽ ἂν τάξῃ πόλις.
κἄπειτ᾽ ἐγώ σοι σύμμαχος γενήσομαι;
τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;
χαίρων ἴθ᾽: εἰ γὰρ μὴ βεβούλευσαι καλῶς,
αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δ᾽ ἐᾶν.

Χορός

250ἥμαρτεν: ἐν νέοισι δ᾽ ἀνθρώπων τόδε
ἔνεστι: συγγνώμην δὲ τῷδ᾽ ἔχειν χρεών.
ἀλλ᾽ ὡς ἰατρὸν τῶνδ᾽, ἄναξ, ἀφίγμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: