previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θησεύς

τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον
νεκρῶν τε θρήνους, τῶνδ᾽ ἀνακτόρων ἄπο
ἠχοῦς ἰούσης; ὡς φόβος μ᾽ ἀναπτεροῖ
90μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί,
χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον.
ἔα:
τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων:
μητέρα γεραιὰν βωμίαν ἐφημένην
ξένους θ᾽ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν
95κακῶν ἐχούσας: ἔκ τε γὰρ γερασμίων
ὄσσων ἐλαύνουσ᾽ οἰκτρὸν ἐς γαῖαν δάκρυ,
κουραί τε καὶ πεπλώματ᾽ οὐ θεωρικά.
τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,
ἡμῶν δ᾽ ἀκούειν: προσδοκῶ τι γὰρ νέον.

Αἴθρα

100 παῖ, γυναῖκες αἵδε μητέρες τέκνων
τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας
ἑπτὰ στρατηγῶν: ἱκεσίοις δὲ σὺν κλάδοις
φρουροῦσί μ᾽, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον.

Θησεύς

τίς δ᾽ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;

Αἴθρα

105Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.

Θησεύς

οἱ δ᾽ ἀμφὶ τόνδε παῖδες; τούτων τέκνα;

Αἴθρα

οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.

Θησεύς

τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί;

Αἴθρα

οἶδ᾽: ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.

Θησεύς

110σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.
λέγ᾽ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον:
πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (3 total)
  • Commentary references to this page (1):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 12.259
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: