previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

Μενέλαε, προγόνων τ᾽ ἀξίως δόμων τε σῶν
τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος,
1035ψόγον τὸ θῆλύ τ᾽, εὐγενὴς ἐχθροῖς φανείς.

Μενέλαος

ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,
ἑκουσίως τήνδ᾽ ἐκ δόμων ἐλθεῖν ἐμῶν
ξένας ἐς εὐνάς: χἡ Κύπρις κόμπου χάριν
λόγοις ἐνεῖται. — βαῖνε λευστήρων πέλας
1040πόνους τ᾽ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς
θανοῦσ᾽, ἵν᾽ εἰδῇς μὴ καταισχύνειν ἐμέ.

Ἑλένη

μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν
προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ.

Ἑκάβη

μηδ᾽ οὓς ἀπέκτειν᾽ ἥδε συμμάχους προδῷς:
1045ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.

Μενέλαος

παῦσαι, γεραιά: τῆσδε δ᾽ οὐκ ἐφρόντισα.
λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν
τήνδ᾽ ἐκκομίζειν, ἔνθα ναυστολήσεται.

Ἑκάβη

μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.

Μενέλαος

1050τί δ᾽ ἔστι; μεῖζον βρῖθος πάροιθ᾽ ἔχει;

Ἑκάβη

οὐκ ἔστ᾽ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.

Μενέλαος

ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων νοῦς.
ἔσται δ᾽ βούλῃ: ναῦν γὰρ οὐκ ἐσβήσεται
ἐς ἥνπερ ἡμεῖς: καὶ γὰρ οὐ κακῶς λέγεις:
1055ἐλθοῦσα δ᾽ Ἄργος ὥσπερ ἀξία κακῶς
κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν
πάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε:
ὅμως δ᾽ τῆσδ᾽ ὄλεθρος ἐς φόβον βαλεῖ
τὸ μῶρον αὐτῶν, κἂν ἔτ᾽ ὦσ᾽ ἐχθίονες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: