previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,
155ἐν δ᾽ Ὅμαδός τε Φόβος τ᾽ Ἀνδροκτασίη τε δεδήει,
ἐν δ᾽ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δ᾽ ὀλοὴ Κὴρ
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.
εἷμα δ᾽ ἔχ᾽ ἄμφ᾽ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,
160δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.

ἐν δ᾽ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,
δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων,
οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν:
τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο
165Ἀμφιτρυωνιάδης, τὰ δ᾽ ἐδαίετο θαυματὰ ἔργα.
στίγματα δ᾽ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν:
κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.

ἐν δὲ συῶν ἀγέλαι χλούνων: ἔσαν ἠδὲ λεόντων
ἐς σφέας δερκομένων, κοτεόντων θ᾽ ἱεμένων τε.
170τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν: οὐδέ νυ τώ γε
οὐδέτεροι τρεέτην: φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι
δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν
αἷμ᾽ ἀπελείβετ᾽ ἔραζ᾽: οἳ δ᾽ αὐχένας ἐξεριπόντες
175κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.
τοὶ δ᾽ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,
ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: