previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν δ᾽ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,
οὔτ᾽ ἄρ᾽ ἐπιψαύων σάκεος ποσὶν οὔθ᾽ ἑκὰς αὐτοῦ,
θαῦμα μέγα φράσσασθ᾽, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.
τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις
220χρύσεον: ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.
ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο
χαλκέου ἐκ τελαμῶνος: δ᾽ ὥς τε νόημ᾽ ἐποτᾶτο:
πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,
Γοργοῦς: ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,
225ἀργυρέη: θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ
χρύσειοι: δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος
κεῖτ᾽ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετ᾽ αὐτὸν
230Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο
ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
ὀξέα καὶ λιγέως: ἐπὶ δὲ ζώνῃσι δράκοντε
δοιὼ ἀπῃωρεῦντ᾽ ἐπικυρτώοντε κάρηνα.
235λίχμαζον δ᾽ ἄρα τώ γε: μένει δ᾽ ἐχάρασσον ὀδόντας
ἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοις
Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δ᾽ ὑπὲρ αὐτέων
ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχε᾽ ἔχοντες,
τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων
240λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.
πολλοὶ μὲν κέατο, πλέονες δ᾽ ἔτι δῆριν ἔχοντες
μάρνανθ᾽: αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
χαλκέων ὀξὺ βόων, κατὰ δ᾽ ἐδρύπτοντο παρειάς,
ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 14.319
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: