previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


280αἳ δ᾽ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.
ἔνθεν δ᾽ αὖθ᾽ ἑτέρωθε νέοι κώμαζον ὑπ᾽ αὐλοῦ,
τοί γε μὲν αὖ παίζοντες ὑπ᾽ ὀρχηθμῷ καὶ ἀοιδῇ
τοί γε μὲν αὖ γελόωντες ὑπ᾽ αὐλητῆρι ἕκαστος
πρόσθ᾽ ἔκιον: πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε
285ἀγλαΐαι τ᾽ εἶχον. τοὶ δ᾽ αὖ προπάροιθε πόληος
νῶθ᾽ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δ᾽ ἀροτῆρες
ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας
ἐστάλατ᾽. αὐτὰρ ἔην βαθὺ λήιον: οἵ γε μὲν ἤμων
αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα,
290βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν:
οἳ δ᾽ ἄρ᾽ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,
οἳ δ᾽ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,
οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων
λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
295βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.
οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,
300βριθόμενος σταφυλῇσι: μελάνθησάν γε μὲν αἵδε.
οἵ γε μὲν ἐτράπεον, τοὶ δ᾽ ἤρυον: οἳ δ᾽ ἐμάχοντο
πύξ τε καὶ ἑλκηδόν: τοὶ δ᾽ ὠκύποδας λαγὸς ᾕρευν
ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
305ἱέμενοι μαπέειν, οἳ δ᾽ ἱέμενοι ὑπαλύξαι.

πὰρ δ᾽ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δ᾽ ἀέθλῳ
δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δ᾽ ἐπὶ δίφρων
ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
ῥυτὰ χαλαίνοντες, τὰ δ᾽ ἐπικροτέοντα πέτοντο
ἅρματα κολλήεντ᾽, ἐπὶ δὲ πλῆμναι μέγ᾽ ἀύτευν.
310οἳ μὲν ἄρ᾽ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν
νίκη ἐπηνύσθη, ἀλλ᾽ ἄκριτον εἶχον ἄεθλον.
τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.

ἀμφὶ δ᾽ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
315πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατ᾽ αὐτὸν
κύκνοι ἀερσιπόται μεγάλ᾽ ἤπυον, οἵ ῥά τε πολλοὶ
νῆχον ἐπ᾽ ἄκρον ὕδωρ: παρὰ δ᾽ ἰχθύες ἐκλονέοντο.

θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς
Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,
320ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς
πάλλεν ἐπικρατέως: ἐπὶ δ᾽ ἱππείου θόρε δίφρου,
εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
κοῦφα βιβάς: τῷ δ᾽ ἡνίοχος κρατερὸς Ἰόλαος
δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
325ἀγχίμολον δέ σφ᾽ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: