previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,
χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα:
στήμονι δ᾽ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι:
τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,
540μηδ᾽ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.
ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.
πρωτογόνων δ᾽ ἐρίφων, ὁπότ᾽ ἂν κρύος ὥριον ἔλθῃ,
δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρ᾽ ἐπὶ νώτῳ
545ὑετοῦ ἀμφιβάλῃ ἀλέην: κεφαλῆφι δ᾽ ὕπερθεν
πῖλον ἔχειν ἀσκητόν, ἵν᾽ οὔατα μὴ καταδεύῃ:
ψυχρὴ γάρ τ᾽ ἠὼς πέλεται Βορέαο πεσόντος
ἠώιος δ᾽ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανοῦ ἀστερόεντος
ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις:
550ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων,
ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ
ἄλλοτε μέν θ᾽ ὕει ποτὶ ἕσπερον, ἄλλοτ᾽ ἄησι
πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.
τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,
555μή ποτέ σ᾽ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,
χρῶτα δὲ μυδαλέον θήῃ κατά θ᾽ εἵματα δεύσῃ.
ἀλλ᾽ ὑπαλεύασθαι: μεὶς γὰρ χαλεπώτατος οὗτος,
χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ᾽ ἀνθρώποις.
τῆμος τὤμισυ βουσίν, ἐπ᾽ ἀνέρι δὲ πλέον εἴη
560ἁρμαλιῆς: μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.
ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν
ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις
γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.

εὖτ᾽ ἂν δ᾽ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο
565χειμέρι᾽ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότ᾽ ἀστὴρ
Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο
πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
τὸν δὲ μέτ᾽ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν
ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.
570τὴν φθάμενος οἴνας περταμνέμεν: ὣς γὰρ ἄμεινον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: