previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

505

μὲν ἄρ᾽ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
ἡμένη ἐν θαλάμῳ: δ᾽ ἐδείπνεε δῖος Ὀδυσσεύς:
δ᾽ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν:

ἔρχεο, δῖ᾽ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδ᾽ ἐρέωμαι
510εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
ἴδεν ὀφθαλμοῖσι: πολυπλάγκτῳ γὰρ ἔοικε.

τὴν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί:
οἷ᾽ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
515τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ᾽ ἤματ᾽ ἔρυξα
ἐν κλισίῃ: πρῶτον γὰρ ἔμ᾽ ἵκετο νηὸς ἀποδράς:
ἀλλ᾽ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
ὡς δ᾽ ὅτ᾽ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
ἀείδει δεδαὼς ἔπε᾽ ἱμερόεντα βροτοῖσι,
520τοῦ δ᾽ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότ᾽ ἀείδῃ:
ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
φησὶ δ᾽ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκετο πήματα πάσχων,
525προπροκυλινδόμενος: στεῦται δ᾽ Ὀδυσῆος ἀκοῦσαι,
ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
ζωοῦ: πολλὰ δ᾽ ἄγει κειμήλια ὅνδε δόμονδε.

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
ἔρχεο, δεῦρο κάλεσσον, ἵν᾽ ἀντίον αὐτὸς ἐνίσπῃ.
530οὗτοι δ᾽ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
αὐτοῦ κατὰ δώματ᾽, ἐπεί σφισι θυμὸς ἐΰφρων.
αὐτῶν μὲν γὰρ κτήματ᾽ ἀκήρατα κεῖτ᾽ ἐνὶ οἴκῳ,
σῖτος καὶ μέθυ ἡδύ: τὰ μὲν οἰκῆες ἔδουσιν,
οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
535βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
μαψιδίως: τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ᾽ ἀνήρ,
οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
εἰ δ᾽ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν,
540αἶψά κε σὺν παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.

ὣς φάτο, Τηλέμαχος δὲ μέγ᾽ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
σμερδαλέον κονάβησε: γέλασσε δὲ Πηνελόπεια,
αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα:

ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
545οὐχ ὁράᾳς μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
πᾶσι μάλ᾽, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
αἴ κ᾽ αὐτὸν γνώω νημερτέα πάντ᾽ ἐνέποντα,
550ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.

ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν:
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:

ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
μήτηρ Τηλεμάχοιο: μεταλλῆσαί τί θυμὸς
555ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
εἰ δέ κέ σε γνώῃ νημερτέα πάντ᾽ ἐνέποντα,
ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
χρηΐζεις: σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
γαστέρα βοσκήσεις: δώσει δέ τοι ὅς κ᾽ ἐθέλῃσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1919)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: