previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



225Θήβης δ᾽ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ:
οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
οὐδ᾽ ἄρα πω τότε γ᾽ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ᾽ ἔχεν ὕλη.
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον,
230Ὀγχηστὸν δ᾽ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος:
ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
ἕλκων ἅρματα καλά: χαμαὶ δ᾽ ἐλατὴρ ἀγαθός περ
ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται: οἳ δὲ τέως μὲν
κείν᾽ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.
235εἰ δέ κεν ἅρματ᾽ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,
ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν:
ὣς γὰρ τὰ πρώτισθ᾽ ὁσίη γένεθ᾽: οἳ δὲ ἄνακτι
εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον:
240Κηφισσὸν δ᾽ ἄρ᾽ ἔπειτα κιχήσαο καλλιρέεθρον,
ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.
τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον
ἔνθεν ἄρ᾽ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.
βῆς δ᾽ ἐπὶ Τελφούσης: τόθι τοι ἅδε χῶρος ἀπήμων
245τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα:
στῆς δὲ μάλ᾽ ἄγχ᾽ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες: ‘
Τελφοῦσ᾽, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ
ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
250ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν
ἠδ᾽ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
χρησόμενοι: τοῖσιν δέ κ᾽ ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ. ’
ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
255εὐρέα καὶ μάλα μακρὰ διηνεκές: δὲ ἰδοῦσα
Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον: ‘
φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.
ἐνθάδ᾽ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ
260ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας:
ἀλλ᾽ ἔκ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι,
πημανέει σ᾽ αἰεὶ κτύπος ἵππων ὠκειάων
ἀρδόμενοί τ᾽ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων:
ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
265ἅρματά τ᾽ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων
νηόν τε μέγαν καὶ κτήματα πόλλ᾽ ἐνεόντα. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Hugh G. Evelyn-White)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: