Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
τοῖν δ᾽ ἀδελφαῖν τοῖν1 δυοῖν ἐπειδὴ τὰ χρήματα εἰσεπράττετο ὑπὸ τῶν ἐκείναις συνοικούντων, τὸν μὲν τὴν πρεσβυτέραν ἔχοντα κατοικοδομήσας καὶ ἐπιβουλεύσας ἠτίμωσε, καὶ γραφὴν ὕβρεως γραφεὶς οὐδέπω τούτων δίκην δέδωκε,2 τῆς δὲ μετ᾽ ἐκείνην γενομένης τὸν ἄνδρα ἀποκτεῖναι κελεύσας οἰκέτην ἐκεῖνον μὲν ἐξέπεμψε, τὴν δ᾽ αἰτίαν εἰς τὴν ἀδελφὴν ἔτρεψε,

