Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[173]
περὶ μὲν οὖν τούτων οἶδ᾽ ὅτι καλῶς γέγραφα καὶ συμφερόντως: ὅσον δ᾽ ἡ πόλις ἡμῶν διέφερε τὰ περὶ τὸν πόλεμον κατ᾽ ἐκεῖνον τὸν χρόνον, τοῦτο γὰρ ἀποδεῖξαι βουλόμενος διῆλθον τὰ γενόμενα Θήβῃσιν, ἡγοῦμαι τὴν πρᾶξιν ἐκείνην ἅπασι σαφῶς δηλοῦν, τὴν τὸν μὲν βασιλέα τὸν Ἀργείων ἀναγκάσασαν ἱκέτην γενέσθαι τῆς πόλεως τῆς ἡμετέρας, τοὺς δὲ κυρίους ὄντας Θηβῶν οὕτω διαθεῖσαν,