Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[235]
“θαυμάζω γὰρ εἴθ᾽ οὕτως ἐλυπήθης καὶ βαρέως ἔσχες, ὥσπερ φῄς, ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐδὲν γὰρ ἐν αὐτοῖς ὁρῶ τοιοῦτον γεγραμμένον, εἴτε συμβούλοις περὶ τοῦ λόγου χρήσασθαι βουλόμενος ἡμᾶς συνήγαγες, οὓς οἶσθ᾽ ἀκριβῶς ἅπαν ὅ τι ἂν σὺ λέγῃς ἢ πράττῃς ἐπαινοῦντας. εἰθισμένοι δ᾽ εἰσὶν οἱ νοῦν ἔχοντες ἀνακοινοῦσθαι, περὶ ὧν ἂν σπουδάζωσι, μάλιστα μὲν τοῖς ἄμεινον αὑτῶν φρονοῦσιν, εἰ δὲ μή, τοῖς μέλλουσιν ἀποφαίνεσθαι τὴν αὑτῶν γνώμην: ὧν τἀναντία σὺ πεποίηκας.