Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[47]
συνέβαινεν οὖν ἐξ ὧν μὲν ἡμεῖς ἐπράττομεν, αὐξάνεσθαί τε τὴν Ἑλλάδα καὶ τὴν Εὐρώπην κρείττω γίγνεσθαι τῆς Ἀσίας, καὶ πρὸς τούτοις τῶν μὲν Ἑλλήνων τοὺς ἀποροῦντας πόλεις λαμβάνειν καὶ χώρας, τῶν δὲ βαρβάρων τοὺς εἰθισμένους ὑβρίζειν ἐκπίπτειν ἐκ τῆς αὑτῶν καὶ φρονεῖν ἔλαττον ἢ πρότερον: ἐξ ὧν δὲ Σπαρτιᾶται, τὴν ἐκείνων μόνην μεγάλην γίγνεσθαι, καὶ πασῶν μὲν τῶν ἐν Πελοποννήσῳ πόλεων ἄρχειν, ταῖς δ᾽ ἄλλαις φοβερὰν εἶναι καὶ πολλῆς θεραπείας τυγχάνειν παρ᾽ αὐτῶν.