Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[74]
οὐ δύναμαι δὲ κατιδεῖν, ἀλλ᾽ ἀπορῶ ποίοις ἂν λόγοις μετὰ ταῦτα χρησάμενος ὀρθῶς εἴην βεβουλευμένος. αἰσχύνομαι μὲν γάρ, εἰ τοσαῦτα περὶ τῆς Ἀγαμέμνονος ἀρετῆς προειρηκὼς μηδενὸς μνησθήσομαι τῶν ὑπ᾽ ἐκείνου πεπραγμένων, ἀλλὰ δόξω τοῖς ἀκούουσιν ὅμοιος εἶναι τοῖς ἀλαζονευομένοις καὶ λέγουσιν ὅ τι ἂν τύχωσιν: ὁρῶ δὲ τὰς πράξεις τὰς ἔξω λεγομένας τῶν ὑποθέσεων οὐκ ἐπαινουμένας ἀλλὰ ταραχώδεις εἶναι δοκούσας, καὶ πολλοὺς μὲν ὄντας τοὺς κακῶς χρωμένους αὐταῖς,