Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[89]
οἶμαι δ᾽ ἤδη καθορᾶν ὅθεν ἐπλανήθην: τοῖς γὰρ ὀνειδίζουσιν ἡμῶν τῇ πόλει τὰς Μηλίων καὶ τὰς τῶν τοιούτων πολιχνίων συμφορὰς ἀντέλεγον, οὐχ ὡς οὐχ ἡμαρτημένων τούτων, ἀλλ᾽ ἐπιδεικνύων τοὺς ἀγαπωμένους ὑπ᾽ αὐτῶν πολὺ πλείους πόλεις καὶ μείζους ἡμῶν ἀναστάτους πεποιηκότας, ἐν οἷς καὶ περὶ τῆς ἀρετῆς τῆς Ἀγαμέμνονος καὶ Μενελάου καὶ Νέστορος διελέχθην, ψεῦδος μὲν οὐδὲν λέγων, πλείω δ᾽ ἴσως τῶν μετρίων.