Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
καὶ πρὸς τοῖς ἄλλοις κακοῖς λέγουσιν ὡς ὑπὲρ τοῦ κοινοῦ τῶν συμμάχων ταῦτ᾽ ἔπραξαν. καίτοι χρῆν αὐτούς, ὄντος ἐνθάδε συνεδρίου καὶ τῆς ὑμετέρας πόλεως ἄμεινον βουλεύεσθαι δυναμένης ἢ τῆς Θηβαίων, οὐχ ὑπὲρ τῶν πεπραγμένων ἥκειν ἀπολογησομένους, ἀλλὰ πρὶν ποιῆσαί τι τούτων ἐλθεῖν ὡς ὑμᾶς βουλευσομένους.