Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
περὶ μὲν οὖν αὐτοῦ τοῦ πράγματος ἱκανῶς ἀποδεδεῖχθαι νομίζω: ἵνα δὲ μηδεὶς οἴηται μήτ᾽ ἐμὲ διὰ μικρὰς προφάσεις ἔχειν τὸν κλῆρον μήτε ταύτην ἐπιεικῆ γεγενημένην περὶ Θρασύλοχον ἀποστερεῖσθαι τῶν χρημάτων, βούλομαι καὶ περὶ τούτων εἰπεῖν. αἰσχυνθείην γὰρ ἂν ὑπὲρ τοῦ τετελευτηκότος, εἰ μὴ πάντες πεισθείητε, μὴ μόνον ὡς κατὰ τοὺς νόμους ἀλλ᾽ ὡς καὶ δικαίως ταῦτ᾽ ἔπραξεν. ῥᾳδίας δ᾽ ἡγοῦμαι τὰς ἀποδείξεις εἶναι.