Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
λέγουσι δ᾽ ὡς τὰς μὲν διαθήκας οὐκ ἀπιστοῦσι Θρασύλοχον καταλιπεῖν, οὐ μέντοι καλῶς οὐδ᾽ ὀρθῶς φασὶν αὐτὰς ἔχειν. καίτοι, ὦ ἄνδρες Αἰγινῆται, πῶς ἄν τις ἄμεινον ἢ μᾶλλον συμφερόντως περὶ τῶν αὑτοῦ πραγμάτων ἐβουλεύσατο; ὃς οὔτ᾽ ἔρημον τὸν οἶκον κατέλιπε τοῖς τε φίλοις χάριν ἀπέδωκεν, ἔτι δὲ τὴν μητέρα καὶ τὴν ἀδελφὴν οὐ μόνον τῶν αὑτοῦ κυρίας ἀλλὰ καὶ τῶν ἐμῶν κατέστησε, τὴν μὲν ἐμοὶ συνοικίσας, τῇ δ᾽ υἱόν μ᾽ εἰσποιήσας;