Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[39]
καὶ σκέψασθ᾽ ὡς σφόδρ᾽ αὐτῷ συνήνεγκεν: δυστυχησάντων γὰρ ἡμῶν ἐν τῇ προσβολῇ τῇ πρὸς τὴν πόλιν καὶ τῆς ἀναχωρήσεως οὐχ οἵας ἠβουλόμεθα γενομένης, τετρωμένον αὐτὸν καὶ βαδίζειν οὐ δυνάμενον ἀλλ᾽ ὀλιγοψυχοῦντα ἀπεκόμισ᾽ ἐπὶ τὸ πλοῖον μετὰ τοῦ θεράποντος τοὐμαυτοῦ, φέρων ἐπὶ τῶν ὤμων, ὥστ᾽ ἐκεῖνον πολλάκις καὶ πρὸς πολλοὺς εἰπεῖν ὅτι μόνος ἀνθρώπων αἴτιος εἴην αὑτῷ τῆς σωτηρίας.

