Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[171]
τυχὸν μὲν γὰρ ἄν τι συνεπέραναν: εἰ δὲ καὶ προαπεῖπον, ἀλλ᾽ οὖν τούς γε λόγους ὥσπερ χρησμοὺς εἰς τὸν ἐπιόντα χρόνον ἂν κατέλιπον. νῦν δ᾽ οἱ μὲν ἐν ταῖς μεγίσταις δόξαις ὄντες ἐπὶ μικροῖς σπουδάζουσιν, ἡμῖν δὲ τοῖς τῶν πολιτικῶν ἐξεστηκόσι περὶ τηλικούτων πραγμάτων συμβουλεύειν παραλελοίπασιν.

