Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
ἐπειδὴ γὰρ Ἡρακλῆς μετήλλαξε τὸν βίον θεὸς ἐκ θνητοῦ γενόμενος, κατὰ μὲν ἀρχὰς οἱ παῖδες αὐτοῦ διὰ τὴν τῶν ἐχθρῶν δύναμιν ἐν πολλοῖς πλάνοις καὶ κινδύνοις ἦσαν, τελευτήσαντος δ᾽ Εὐρυσθέως κατῴκησαν ἐν Δωριεῦσιν. ἐπὶ δὲ τρίτης γενεᾶς ἀφίκοντο εἰς Δελφούς, χρήσασθαι τῷ μαντείῳ περί τινων βουληθέντες. ὁ δὲ θεὸς περὶ μὲν ὧν ἐπηρώτησαν οὐκ ἀνεῖλεν, ἐκέλευσε δ᾽ αὐτοὺς ἐπὶ τὴν πατρῴαν ἰέναι χώραν.