Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
σκοπούμενοι δὲ τὴν μαντείαν, εὕρισκον Ἄργος μὲν κατ᾽ ἀγχιστείαν αὑτῶν γιγνόμενον (Εὐρυσθέως γὰρ ἀποθανόντος μόνοι Περσειδῶν ἦσαν καταλελειμμένοι), Λακεδαίμονα δὲ κατὰ δόσιν (ἐκβληθεὶς γὰρ Τυνδάρεως ἐκ τῆς ἀρχῆς, ἐπειδὴ Κάστωρ καὶ Πολυδεύκης ἐξ ἀνθρώπων ἠφανίσθησαν, καταγαγόντος αὐτὸν Ἡρακλέους δίδωσιν αὐτῷ τὴν χώραν διά τε τὴν εὐεργεσίαν ταύτην καὶ διὰ τὴν συγγένειαν τὴν πρὸς τοὺς παῖδας),

