Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[70]
τοσοῦτον δ᾽ ἀπέχω τοῦ ποιῆσαί τι τῶν προσταττομένων, ὥστ᾽ εἰ μηδὲν γίγνοιτο τούτων μηδὲ βοηθείας μηδαμόθεν τυγχάνοιμεν, ἀλλὰ τῶν Ἑλλήνων οἱ μὲν ἀδικοῖεν ἡμᾶς οἱ δὲ περιορῷεν, οὐδ᾽ ἂν οὕτω μεταγνοίην, ἀλλὰ πάντας ἂν τοὺς ἐκ τοῦ πολέμου κινδύνους ὑπομείναιμι πρὶν ποιήσασθαι τὰς ὁμολογίας ταύτας. αἰσχυνθείην γὰρ ἂν ὑπὲρ ἀμφοτέρων, εἴτε καταγνοίημεν τῶν προγόνων ὡς ἀδίκως Μεσσηνίους ἀφείλοντο τὴν χώραν, εἴτ᾽ ἐκείνων ὀρθῶς κτησαμένων καὶ προσηκόντως ἡμεῖς παρὰ τὸ δίκαιον συγχωρήσαιμέν τι περὶ αὐτῆς.

