Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἐγὼ μὲν οὖν, εἰ δεῖ τοὐμὸν ἴδιον εἰπεῖν, ἑλοίμην ἂν ἀποθανεῖν ἤδη μὴ ποιήσας τὸ προσταττόμενον μᾶλλον ἢ πολλαπλάσιον χρόνον ζῆν τοῦ τεταγμένου ψηφισάμενος ἃ Θηβαῖοι κελεύουσιν: αἰσχυνοίμην γὰρ ἄν, εἰ γεγονὼς μὲν ἀφ᾽ Ἡρακλέους, τοῦ δὲ πατρὸς βασιλεύοντος, αὐτὸς δ᾽ ἐπίδοξος ὢν τυχεῖν τῆς τιμῆς ταύτης, περιίδοιμι, καθ᾽ ὅσον ἐστὶν ἐπ᾽ ἐμοί, τὴν χώραν ἣν ἡμῖν οἱ πατέρες κατέλιπον, ταύτην τοὺς οἰκέτας τοὺς ἡμετέρους ἔχοντας.

