previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[278]

Ἰάκωβος δὲ εἰς τὴν Μεσοποταμίαν στελλόμενος ὑπὸ τῆς μητρὸς κατὰ γάμον τῆς Λαβάνου θυγατρὸς τοῦ ἐκείνης ἀδελφοῦ, ἐπιτρέψαντος Ἰσάκου τὸν γάμον διὰ τὸ πείθεσθαι τοῖς βουλήμασι τῆς γυναικὸς διὰ τῆς Χαναναίας ἐπορεύετο καὶ διὰ τὸ πρὸς τοὺς ἐπιχωρίους μῖσος παρ᾽ οὐδένα μὲν ἠξίου κατάγεσθαι, [279] ὑπαίθριος δὲ ηὐλίζετο τὴν κεφαλὴν λίθοις ὑπ᾽ αὐτοῦ συμφορουμένοις ἐπιτιθεὶς καὶ τοιαύτην κατὰ τοὺς ὕπνους ὄψιν ὁρᾷ παραστᾶσαν αὐτῷ: κλίμακα γῆθεν ἔδοξεν ἐφικνουμένην τοῦ οὐρανοῦ βλέπειν καὶ δι᾽ αὐτῆς ὄψεις κατιούσας σεμνότερον κατὰ ἀνθρώπου φύσιν ἐχούσας, καὶ τελευταῖον ὑπὲρ αὐτῆς τὸν θεὸν ἐναργῶς αὐτῷ φαινόμενον ὀνομαστί τε καλέσαι καὶ ποιήσασθαι τοιούτους λόγους. [280]Ἰάκωβε, πατρὸς ὄντα σε ἀγαθοῦ καὶ πάππου δόξαν ἀρετῆς μεγάλης εὑραμένου κάμνειν ἐπὶ τοῖς παροῦσιν οὐ προσῆκεν, ἀλλ᾽ ἐλπίζειν τὰ κρείττονα: [281] καὶ γὰρ ἄφθονος ἐκδέξεταί σε μεγάλων ἀγαθῶν παρουσία πρὸς τὸ πᾶν κατὰ τὴν ἐμὴν ἐπικουρίαν. Ἅβραμόν τε γὰρ ἐγὼ ἐκ τῆς Μεσοποταμίας δεῦρο ἤγαγον ἐλαυνόμενον ὑπὸ τῶν συγγενῶν, καὶ πατέρα τὸν σὸν εὐδαίμονα ἀπέφηνα: ὧν οὐχ ἥττω μοῖραν εἰς σὲ καταθήσομαι: [282] θαρρῶν οὖν καὶ ταύτην πορεύου τὴν ὁδὸν ἐμοὶ προπομπῷ χρώμενος: ἀνυσθήσεται γάρ σοι γάμος, ἐφ᾽ ὃν ἐσπούδακας, καὶ γενήσονταί σοι παῖδες ἀγαθοί, τὸ δὲ πλῆθος αὐτῶν ἀριθμοῦ κρεῖττον ἔσται, μείζοσιν υἱοῖς αὐτῶν καταλιμπάνοντες: οἷς ἐγὼ τὸ ταύτης κράτος τῆς γῆς δίδωμι καὶ παισὶ τοῖς αὐτῶν, οἳ πληρώσουσιν ὅσην ἥλιος ὁρᾷ καὶ γῆν καὶ θάλασσαν. [283] ἀλλὰ μήτε κίνδυνον ὑφορῶ μηδένα μήτ᾽ εὐλαβοῦ τὸ πλῆθος τῶν πόνων ἐμοῦ ποιουμένου τῶν σοὶ πραχθησομένων πρόνοιαν ἔν τε τοῖς νῦν καὶ πολὺ πλέον ἐν τοῖς ὕστερον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: