This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[325]
Ἰακώβῳ δὲ εἰς τὴν Χαναναίαν προϊόντι φαντάσματα
συνετύγχανεν ἀγαθὰς ἐλπίδας ὑπαγορεύοντα περὶ τῶν ἐς ὕστερον:
καὶ τὸν μὲν τόπον ἐκεῖνον προσαγορεύει θεοῦ στρατόπεδον, βουλόμενος
δὲ εἰδέναι, τί ὁ ἀδελφὸς αὐτοῦ φρονεῖ, τοὺς γνωσομένους ἕκαστα
μετὰ ἀκριβείας προύπεμψε δεδιὼς αὐτὸν διὰ τὴν προτέραν ὑποψίαν.
[326]
ἐνετέλλετο δὲ τοῖς πεμπομένοις λέγειν πρὸς τὸν Ἡσαῦν, ὅτι
νομίσας Ἰάκωβος ἄδικον συνδιαιτᾶσθαι αὐτοῦ τῇ ὀργῇ τῆς χώρας ἑκὼν
ὑπεξέλθοι, καὶ νῦν τὸν χρόνον ἱκανὸν ἡγούμενος εἶναι διαλλάκτην
ἐπανήκοι γυναῖκάς τε καὶ παῖδας ἐπαγόμενος μετὰ τοῦ πορισθέντος
βίου, μετὰ τῶν τιμιωτάτων ἑαυτὸν ἐκείνῳ παραδιδούς, ὅτι κρίνοι
μέγιστον ἀγαθὸν τὸ τῷ ἀδελφῷ συμμεταλαμβάνειν τῶν ὑπὸ τοῦ
θεοῦ δεδομένων.
[327]
καὶ οἱ μὲν ταῦτα ἐδήλουν, Ἡσαῦς δὲ περιχαρὴς
γίνεται καὶ τῷ ἀδελφῷ ὑπήντα σὺν ὁπλίταις τετρακοσίοις. καὶ
Ἰάκωβος πυνθανόμενος ἥκειν αὐτὸν ὑπαντησόμενον μετὰ τοσούτων
ἦν περίφοβος, τῷ μέντοι θεῷ τὴν ἐλπίδα τῆς σωτηρίας ἐπέτρεπε
καὶ πρόνοιαν εἶχεν ἐκ τῶν παρόντων, ὅπως αὐτὸς ἀπαθὴς σώζοι
τοὺς σὺν αὑτῷ κρατήσας τῶν ἐχθρῶν εἰ θέλοιεν ἀδικεῖν.
[328]
νείμας
οὖν τοὺς σὺν αὑτῷ τοὺς μὲν προύπεμπε, τοὺς δὲ λειπομένους ἆσσον
ἐκέλευσεν ἀκολουθεῖν, ὅπως εἰ βιασθεῖεν οἱ προπεμφθέντες ἐπιθεμένου
τοῦ ἀδελφοῦ, καταφυγὴν ἔχοιεν τοὺς ἑπομένους.
[329]
καὶ τοῦτον
διατάξας τοὺς σὺν αὑτῷ τὸν τρόπον πέμπει τινὰς δῶρα κομίζοντας
τἀδελφῷ: ὑποζύγια δὲ ἦν τὰ πεμπόμενα καὶ πλῆθος
τετραπόδων ποικίλων, ἃ δὴ τίμια τοῖς ληψομένοις ἔμελλεν ἔσεσθαι
παρὰ τὸ σπανίζειν αὐτῶν.
[330]
ἦσαν δὲ οἱ πεμφθέντες ἐκ διαλειμμάτων,
ἵνα συνεχέστερον ἐντυγχάνοντες πολλοὶ δοκῶσιν: ἀνήσειν γὰρ
ὑπὸ τῶν δωρεῶν τῆς ὀργῆς, εἰ διαμένοι τεθυμωμένος: ἔτι μέντοι
καὶ λόγοις χρηστοῖς ὁμιλεῖν πρὸς αὐτὸν εἴρητο τοῖς πεμπομένοις.
[331]
Ταῦτα συνθεὶς διὰ πάσης τῆς ἡμέρας νυκτὸς ἐπιγενομένης
ἐκίνει τοὺς σὺν αὑτῷ: καὶ χειμάρρουν τινὰ Ἰάβακχον λεγόμενον
διαβεβηκότων Ἰάκωβος ὑπολελειμμένος φαντάσματι συντυχὼν
διεπάλαιεν ἐκείνου προκατάρχοντος τῆς μάχης ἐκράτει τε τοῦ
φαντάσματος,
[332]
ὃ δὴ καὶ φωνῇ χρῆται καὶ λόγοις πρὸς αὐτὸν χαίρειν
τε τοῖς γεγενημένοις παραινοῦν καὶ μὴ μικρὸν κρατεῖν ὑπολαμβάνειν,
ἀλλὰ θεῖον ἄγγελον νενικηκέναι καὶ σημεῖον ἡγεῖσθαι τοῦτο
μεγάλων ἀγαθῶν ἐσομένων καὶ τοῦ μηδέποτε τὸ γένος ἐκλείψειν
αὐτοῦ, μηδὲ ὑπέρτερον ἀνθρώπων τινὰ τῆς ἰσχύος ἔσεσθαι τῆς
ἐκείνου.
[333]
ἐκέλευσέ τε καλεῖν αὐτὸν Ἰσραῆλον, σημαίνει δὲ τοῦτο κατὰ
τὴν Ἑβραίων γλῶτταν τὸν ἀντιστάτην ἀγγέλῳ θεοῦ. ταῦτα μέντοι
προύλεγεν Ἰακώβου δεηθέντος: αἰσθόμενος γὰρ ἄγγελον εἶναι θεοῦ,
τίνα μοῖραν ἕξει σημαίνειν παρεκάλει. καὶ τὸ μὲν φάντασμα ταῦτ᾽
εἰπὸν ἀφανὲς γίνεται.
[334]
ἡσθεὶς δὲ τούτοις Ἰάκωβος Φανουῆλον ὀνομάζει
τὸν τόπον, ὃ σημαίνει θεοῦ πρόσωπον. καὶ γενομένου διὰ
τὴν μάχην ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατὺ αὐτός τε ἀπέχεται
τῆς τούτου βρώσεως καὶ δι᾽ ἐκεῖνον οὐδὲ ἡμῖν ἐστιν ἐδώδιμον.
[335]
Πλησίον δ᾽ ἤδη τὸν ἀδελφὸν πυνθανόμενος κελεύει προϊέναι
τῶν γυναικῶν ἑκατέραν κατ᾽ αὐτὴν μετὰ τῶν θεραπαινίδων, ἵνα
πόρρωθεν ἀφορῷεν τὰ ἔργα τῶν ἀνδρῶν μαχομένων, εἰ τοῦτο θελήσειεν
Ἡσαῦς, προσεκύνει δ᾽ αὐτὸς τὸν ἀδελφὸν ἐγγὺς αὐτῷ γενόμενον
οὐδὲν περὶ αὐτοῦ δόλιον φρονοῦντα.
[336]
καὶ ὁ Ἡσαῦς ἀσπασάμενος
αὐτὸν ἀνήρετο τῶν παίδων τὸν ὄχλον καὶ τὰς γυναῖκας,
ἠξίου τε τότε μαθὼν περὶ αὐτῶν τὸ πᾶν καὶ αὐτὸς συμβαδίζειν
αὐτοῖς πρὸς τὸν πατέρα, Ἰακώβου δὲ προφασιζομένου τὸν κόπον
τῶν ὑποζυγίων ὑπεχώρησεν εἰς Σάειραν: ἐνταῦθα γὰρ ἐποιεῖτο τὴν
δίαιταν προσαγορεύσας τὸ χωρίον ἀπὸ τῆς αὑτοῦ τριχώσεως δασεῖαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

