next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τοῖς τὰς ἱστορίας συγγράφειν βουλομένοις οὐ μίαν οὐδὲ τὴν αὐτὴν ὁρῶ τῆς σπουδῆς γινομένην αἰτίαν, ἀλλὰ πολλὰς καὶ πλεῖστον ἀλλήλων διαφερούσας. [2] τινὲς μὲν γὰρ ἐπιδεικνύμενοι λόγων δεινότητα καὶ τὴν ἀπ᾽ αὐτῆς θηρευόμενοι δόξαν ἐπὶ τοῦτο τῆς παιδείας τὸ μέρος ὁρμῶσιν, ἄλλοι δὲ χάριν ἐκείνοις φέροντες, περὶ ὧν τὴν ἀναγραφὴν εἶναι συμβέβηκε, τὸν εἰς αὐτὴν πόνον καὶ παρὰ δύναμιν ὑπέστησαν: [3] εἰσὶ δ᾽ οἵτινες ἐβιάσθησαν ὑπ᾽ αὐτῆς τῆς τῶν πραγμάτων ἀνάγκης οἷς πραττομένοις παρέτυχον ταῦτα γραφῇ δηλούσῃ περιλαβεῖν: πολλοὺς δὲ χρησίμων μέγεθος πραγμάτων ἐν ἀγνοίᾳ κειμένων προύτρεψε τὴν περὶ αὐτῶν ἱστορίαν εἰς κοινὴν ὠφέλειαν ἐξενεγκεῖν. [4] τούτων δὴ τῶν προειρημένων αἰτιῶν αἱ τελευταῖαι δύο κἀμοὶ συμβεβήκασι: τὸν μὲν γὰρ πρὸς τοὺς Ῥωμαίους πόλεμον ἡμῖν τοῖς Ἰουδαίοις γενόμενον καὶ τὰς ἐν αὐτῷ πράξεις καὶ τὸ τέλος οἷον ἀπέβη πείρᾳ μαθὼν ἐβιάσθην ἐκδιηγήσασθαι διὰ τοὺς ἐν τῷ γράφειν λυμαινομένους τὴν ἀλήθειαν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: