previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[116]

Ἔτει δ᾽ ἐνάτῳ τῆς Σαχχίου βασιλείας καὶ ἡμέρᾳ δεκάτῃ τοῦ δεκάτου μηνὸς στρατεύει τὸ δεύτερον τῶν Βαβυλωνίων βασιλεὺς ἐπὶ τὰ Ἱεροσόλυμα καὶ προσκαθίσας αὐτῇ μῆνας ὀκτωκαίδεκα μετὰ πάσης πολιορκεῖ φιλοτιμίας. συνεπέθετο δὲ εἰς ταὐτὸ πολιορκουμένοις τοῖς Ἱεροσολύμοις δύο τὰ μέγιστα τῶν παθῶν, λιμὸς καὶ φθορὰ λοιμικὴ ἐνσκήψαντα σφοδρῶς. [117] ἐν δὲ τῇ εἱρκτῇ τυγχάνων προφήτης Ἱερεμίας οὐχ ἡσύχαζεν, ἀλλ᾽ ἐκεκράγει καὶ ἐκήρυσσε παραινῶν τῷ πλήθει δέξασθαι τὸν Βαβυλώνιον ἀνοίξαντας τὰς πύλας: σωθήσεσθαι γὰρ αὐτοὺς πανοικὶ τοῦτο πράξαντας, εἰ δὲ μή, διαφθαρήσεσθαι. [118] προύλεγεν δ᾽ ὡς εἰ μὲν ἐπιμένοι τις ἐν τῇ πόλει πάντως ἀπολεῖται θατέρῳ λιμῷ δαπανηθεὶς σιδήρῳ τῷ τῶν πολεμίων, εἰ δὲ φύγοι πρὸς τοὺς πολεμίους, διαδράσεται τὸν θάνατον. [119] οὐδὲ ἐν αὐτοῖς δὲ ὄντες τοῖς δεινοῖς ἐπίστευον οἱ ταῦτ᾽ ἀκούοντες τῶν ἡγεμόνων, ἀλλὰ μετ᾽ ὀργῆς ἀπήγγελλον ἐλθόντες πρὸς τὸν βασιλέα, καὶ κατηγοροῦντες κατῃτιῶντο κτεῖναι τὸν προφήτην ὡς μεμηνότα καὶ τὰς ψυχὰς αὐτῶν προκατακλῶντα καὶ ταῖς τῶν χειρόνων καταγγελίαις τὸ πρόθυμον ἐκλύοντα τοῦ πλήθους: ἕτοιμον γὰρ εἶναι αὐτὸ ὑπὲρ αὐτοῦ καὶ τῆς πατρίδος κινδυνεῦσαι, δὲ παρῄνει πρὸς τοὺς πολεμίους φεύγειν ἁλώσεσθαι λέγων τὴν πόλιν καὶ πάντας ἀπολεῖσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: