previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[180]

Γενομένων δὲ αὐτῶν ἐκεῖ σημαίνει τὸ θεῖον τῷ προφήτῃ μέλλοντα στρατεύειν ἐπὶ τοὺς Αἰγυπτίους τὸν βασιλέα τῶν Βαβυλωνίων, καὶ προειπεῖν ἐκέλευε τῷ λαῷ τήν τε ἅλωσιν τῆς Αἰγύπτου, καὶ ὅτι τοὺς μὲν αὐτῶν ἀποκτενεῖ, τοὺς δὲ αἰχμαλώτους λαβὼν εἰς Βαβυλῶνα ἄξει. [181] καὶ ταῦτα συνέβη: τῷ γὰρ πέμπτῳ τῆς Ἱεροσολύμων πορθήσεως ἔτει, ἐστι τρίτον καὶ εἰκοστὸν τῆς Ναβουχοδονοσόρου βασιλείας, στρατεύει Ναβουχοδονόσορος ἐπὶ τὴν κοίλην Συρίαν, καὶ κατασχὼν αὐτὴν ἐπολέμησε καὶ Μωαβίταις καὶ Ἀμμανίταις. [182] ποιησάμενος δὲ ὑπήκοα ταῦτα τὰ ἔθνη ἐνέβαλεν εἰς τὴν Αἴγυπτον καταστρεψόμενος αὐτήν, καὶ τὸν μὲν τότε βασιλέα κτείνει, καταστήσας δὲ ἕτερον τοὺς ἐν αὐτῇ πάλιν Ἰουδαίους αἰχμαλωτίσας ἤγαγεν εἰς Βαβυλῶνα. [183] καὶ τὸ μὲν Ἑβραίων γένος ἐν τοιούτῳ τέλει γενόμενον παρειλήφαμεν δὶς ἐλθὸν πέραν Εὐφράτου: ὑπὸ Ἀσσυρίων μὲν γὰρ ἐξέπεσεν τῶν δέκα φυλῶν λαὸς ἀπὸ Σαμαρείας βασιλεύοντος αὐτῶν Ὠσήου, ἔπειτα τῶν δύο φυλῶν ὑπὸ Ναβουχοδονοσόρου τοῦ τῶν Βαβυλωνίων βασιλέως καὶ τῶν Χαλδαίων ὃς ὑπελείφθη τῶν Ἱεροσολύμων ἁλόντων. [184] Σαλμανάσσης μὲν οὖν ἀναστήσας τοὺς Ἰσραηλίτας κατῴκισεν ἀντ᾽ αὐτῶν τὸ τῶν Χουθαίων ἔθνος, οἳ πρότερον ἐνδοτέρω τῆς Περσίδος καὶ τῆς Μηδίας ἦσαν, τότε μέντοι Σαμαρεῖς ἐκλήθησαν τὴν τῆς χώρας εἰς ἣν κατῳκίσθησαν προσηγορίαν ἀναλαβόντες: δὲ τῶν Βαβυλωνίων βασιλεὺς τὰς δύο φυλὰς ἐξαγαγὼν οὐδὲν ἔθνος εἰς τὴν χώραν αὐτῶν κατῴκισε καὶ διὰ τοῦτο ἔρημος Ἰουδαία πᾶσα καὶ Ἱεροσόλυμα καὶ ναὸς διέμεινεν ἔτεσιν ἑβδομήκοντα. [185] τὸν δὲ σύμπαντα χρόνον, ὃς ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν αἰχμαλωσίας ἐπὶ τὴν τῶν δύο φυλῶν ἀνάστασιν ἐληλύθει, ἑκατὸν ἔτη καὶ τριάκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας συνέβη γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: