previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[402]

δὲ Δημήτριος τοῦτ᾽ ἤδη καὶ τοῖς ἰδίοις αὐτοῦ πράγμασιν ἐπισφαλὲς ἡγησάμενος εἶναι τὸ περιιδεῖν Ἰούδαν ἐν ἰσχύι τοσαύτῃ γενόμενον, ἐκπέμπει Νικάνορα τὸν εὐνούστατον αὐτῷ καὶ πιστότατον τῶν φίλων, οὗτος γάρ ἐστιν καὶ ἀπὸ τῆς Ῥωμαίων πόλεως αὐτῷ συμφυγών, καὶ δοὺς δύναμιν ὅσην ὑπέλαβεν ἀρκέσειν αὐτῷ πρὸς τὸν Ἰούδαν ἐκέλευσεν μηδεμίαν φειδὼ ποιεῖσθαι τοῦ ἔθνους. [403] δὲ Νικάνωρ παραγενόμενος εἰς Ἱεροσόλυμα πολεμεῖν μὲν εὐθὺς οὐ διέγνω τῷ Ἰούδᾳ, δόλῳ δ᾽ ὑποχείριον λαβεῖν κρίνας προσπέμπει λόγους εἰρηνικοὺς αὐτῷ, μηδεμίαν μὲν ἀνάγκην εἶναι φάσκων πολεμεῖν καὶ κινδυνεύειν, ὅρκους δ᾽ αὐτῷ διδόναι περὶ τοῦ μηδὲν πείσεσθαι δεινόν: ἥκειν γὰρ μετὰ φίλων ἐπὶ τῷ ποιῆσαι φανερὰν αὐτοῖς τὴν Δημητρίου τοῦ βασιλέως διάνοιαν, ὡς περὶ τοῦ γένους αὐτῶν φρονεῖ. [404] ταῦτα διαπρεσβευσαμένου τοῦ Νικάνορος Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πεισθέντες καὶ μηδεμίαν ἀπάτην ὑποπτεύσαντες διδόασιν πίστεις αὐτῷ καὶ δέχονται τὸν Νικάνορα μετὰ τῆς δυνάμεως. δὲ ἀσπασάμενος τὸν Ἰούδαν καὶ μεταξὺ προσομιλῶν δίδωσι τοῖς οἰκείοις τι σημεῖον, ὅπως συλλάβωσι τὸν Ἰούδαν. [405] δὲ συνεὶς τὴν ἐπιβουλὴν ἐκπηδήσας πρὸς τοὺς ἰδίους συνέφυγεν. φανερᾶς δὲ τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς ἐνέδρας Νικάνωρ γενομένης πολεμεῖν ἔκρινεν τῷ Ἰούδᾳ, καὶ συγκροτήσας καὶ παρασκευασάμενος τὰ πρὸς τὴν μάχην συμβάλλει κατά τινα κώμην Καφαρσαλαμὰ καὶ νικήσας ἀναγκάζει τὸν Ἰούδαν ἐπὶ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν φεύγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: