previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[22]

Σίμων μὲν οὖν καὶ Ἰωνάθης εἰς τὰ ἕλη τοῦ ποταμοῦ ὑποστρέψαντες αὐτόθι κατέμενον. Βακχίδης δὲ τὴν Ἰουδαίαν ἅπασαν φρουραῖς ἀσφαλισάμενος ὑπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ τότε μὲν ἐπ᾽ ἔτη δύο τὰ τῶν Ἰουδαίων ἠρέμησεν πράγματα. [23] οἱ δὲ φυγάδες καὶ οἱ ἀσεβεῖς ὁρῶντες τὸν Ἰωνάθην καὶ τοὺς σὺν αὐτῷ μετὰ πολλῆς ἀδείας ἐνδιατρίβοντας τῇ χώρᾳ διὰ τὴν εἰρήνην πέμπουσιν πρὸς Δημήτριον τὸν βασιλέα, παρακαλοῦντες ἀποστεῖλαι Βακχίδην ἐπὶ τὴν Ἰωνάθου σύλληψιν: ἐδήλουν γὰρ αὐτὴν ἀπόνως ἐσομένην, καὶ νυκτὶ μιᾷ μὴ προσδοκῶσιν αὐτοῖς ἐπιπεσόντες ἀποκτενεῖν ἅπαντας. [24] τοῦ δὲ βασιλέως ἐκπέμψαντος τὸν Βακχίδην, γενόμενος οὗτος ἐν τῇ Ἰουδαίᾳ πᾶσιν ἔγραψεν τοῖς φίλοις καὶ Ἰουδαίοις καὶ συμμάχοις συλλαβεῖν αὐτῷ τὸν Ἰωνάθην. [25] σπουδαζόντων δὲ πάντων καὶ μὴ δυναμένων κρατῆσαι τοῦ Ἰωνάθου, ἐφυλάσσετο γὰρ σφόδρα τὴν ἐπιβουλὴν ᾐσθημένος, Βακχίδης ὀργισθεὶς τοῖς φυγάσιν ὡς ψευσαμένοις αὐτόν τε καὶ τὸν βασιλέα πεντήκοντα αὐτῶν τοὺς ἡγουμένους συλλαβὼν ἀπέκτεινεν. [26] δὲ Ἰωνάθης σὺν τἀδελφῷ καὶ τοῖς ἑταίροις εἰς Βηθαλαγὰν ἀναχωρεῖ κώμην οὖσαν ἐν τῇ ἐρήμῳ φοβηθεὶς τὸν Βακχίδην, καὶ οἰκοδομήσας πύργους καὶ τείχη περιβαλόμενος αὑτὸν ἔσχεν ἀσφαλῶς πεφρουρημένον. [27] Βακχίδης δὲ ταῦτ᾽ ἀκούσας τήν τε μεθ᾽ ἑαυτοῦ στρατιὰν ἄγων καὶ τῶν Ἰουδαίων τοὺς συμμάχους παραλαβὼν ἐπὶ τὸν Ἰωνάθην ἧκεν, καὶ προσβαλὼν αὐτοῦ τοῖς ὀχυρώμασιν ἐπὶ πολλὰς αὐτὸν ἡμέρας ἐπολιόρκει. [28] δὲ πρὸς τὴν σπουδὴν τῆς πολιορκίας οὐκ ἐνδίδωσιν, ἀλλὰ καρτερῶς ἀντιστὰς Σίμωνα μὲν τὸν ἀδελφὸν ἐν τῇ πόλει καταλείπει τῷ Βακχίδῃ πολεμήσοντα, λάθρα δ᾽ αὐτὸς εἰς τὴν χώραν ἐξελθὼν καὶ συναγαγὼν χεῖρα πολλὴν παρὰ τῶν τὰ αὐτοῦ φρονούντων νυκτὸς ἐπιπίπτει τῷ τοῦ Βακχίδου στρατοπέδῳ καὶ συχνοὺς αὐτῶν διαφθείρας φανερὸς καὶ τἀδελφῷ Σίμωνι γίνεται τοῖς ἐχθροῖς ἐπιπεσών. [29] καὶ γὰρ οὗτος αἰσθόμενος ὑπ᾽ αὐτοῦ κτεινομένους τοὺς πολεμίους ἐπέξεισιν αὐτοῖς, καὶ τά τε μηχανήματα τὰ πρὸς τὴν πολιορκίαν ἐνέπρησε τῶν Μακεδόνων καὶ φόνον αὐτῶν ἱκανὸν εἰργάσατο. [30] θεασάμενος δ᾽ αὑτὸν Βακχίδης ὑπὸ τῶν ἐχθρῶν ἀπειλημμένον καὶ τοὺς μὲν ἔμπροσθεν αὐτῶν τοὺς δ᾽ ὄπισθεν προσκειμένους, εἰς ἀθυμίαν ἅμα καὶ ταραχὴν τῆς διανοίας ἐνέπεσεν τῷ παρ᾽ ἐλπίδας ἀποβάντι τῆς πολιορκίας συγχυθείς. [31] τὸν μέντοι γε ὑπὲρ τούτων θυμὸν εἰς τοὺς φυγάδας, οἳ μετεπέμψαντο παρὰ τοῦ βασιλέως αὐτόν, ἀπέσκηψεν ὡς ἐξηπατηκότας, ἐβούλετο δὲ τελευτήσας τὴν πολιορκίαν, εἰ δυνατόν, εὐπρεπῶς εἰς τὴν οἰκείαν ὑποστρέψαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: