previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[301]

Τελευτήσαντος γὰρ αὐτοῖς τοῦ πατρὸς πρεσβύτατος Ἀριστόβουλος τὴν ἀρχὴν εἰς βασιλείαν μεταθεῖναι δόξας, ἔκρινεν γὰρ οὕτω, διάδημα πρῶτος ἐπιτίθεται μετὰ τετρακοσίων ἀριθμὸν ἐτῶν καὶ ὀγδοήκοντα καὶ ἑνὸς καὶ μηνῶν τριῶν ἀφ᾽ οὗ τῆς ὑπὸ Βαβυλωνίοις δουλείας ἀπαλλαγεὶς λαὸς εἰς τὴν οἰκείαν κατῆλθεν. [302] στέργων δὲ τῶν ἀδελφῶν τὸν μετ᾽ αὐτὸν Ἀντίγονον τοῦτον μὲν τῶν ὁμοίων ἠξίου, τοὺς δὲ ἄλλους εἶχεν ἐν δεσμοῖς. εἶρξε δὲ καὶ τὴν μητέρα περὶ τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν, ἐκείνην γὰρ Ὑρκανὸς τῶν ὅλων κυρίαν καταλείπει, καὶ μέχρι τοσαύτης ὠμότητος προῆλθεν, ὥστ᾽ αὐτὴν καὶ λιμῷ διέφθειρεν δεδεμένην. [303] προστίθησιν δὲ τῇ μητρὶ καὶ τὸν ἀδελφὸν Ἀντίγονον, ὃν στέργειν ἐδόκει μάλιστα καὶ κοινωνὸν εἶχεν τῆς βασιλείας, ἐκ διαβολῶν ἀπαλλοτριωθεὶς πρὸς αὐτόν, αἷς τὸ μὲν πρῶτον οὐκ ἐπίστευεν, τὰ μὲν ὑπὸ τοῦ φιλεῖν αὐτὸν οὐ προσέχων τοῖς λεγομένοις, τὰ δὲ καὶ φθονούμενον ἡγούμενος διαβάλλεσθαι. [304] τοῦ δὲ Ἀντιγόνου ποτὲ λαμπρῶς ἀπὸ στρατείας ἐπανελθόντος καὶ τῆς ἑορτῆς, καθ᾽ ἣν σκηνοπηγοῦσιν τῷ θεῷ, κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐνστάσης, ἔτυχεν τὸν μὲν Ἀριστόβουλον εἰς νόσον καταπεσεῖν, τὸν δὲ Ἀντίγονον ἐπιτελοῦντα τὴν ἑορτὴν ἀναβῆναι λαμπρῶς σφόδρα κεκοσμημένον μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν εἰς τὸ ἱερὸν καὶ τὰ πλείω περὶ τῆς σωτηρίας τἀδελφοῦ εὔχεσθαι, [305] τοὺς δὲ πονηροὺς καὶ διαστῆσαι τὴν ὁμόνοιαν αὐτῶν ἐσπουδακότας ἀφορμῇ χρησαμένους τῇ τε περὶ τὴν πομπὴν τοῦ Ἀντιγόνου φιλοτιμίᾳ καὶ τοῖς ὑπ᾽ αὐτοῦ κατωρθωμένοις ἐλθεῖν πρὸς τὸν βασιλέα καὶ κακοήθως ἐπὶ τὸ μεῖζον ἐξαίρειν τὰ περὶ τὴν πομπὴν τὴν ἐν τῇ ἑορτῇ, [306] καὶ ὡς οὐ κατ᾽ ἰδιώτην ἕκαστον ἦν τῶν γινομένων, ἀλλὰ φρονήματος ἔνδειξιν ἔχειν βασιλικοῦ τὰ πραττόμενα, καὶ ὡς κτείνειν αὐτὸν μέλλοι μετὰ στίφους ἐληλυθὼς καρτεροῦ, λογιζόμενον εὐήθως αὐτὸν βασιλεύειν ἐνὸν τιμῆς μεταλαμβάνοντα δοκεῖν μεγάλων τυγχάνειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: