previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[154]

Τῶν δὲ Δημητρίου στρατηγῶν ἀκουσθέντων αὐτῷ προελθεῖν εἰς Κέδασαν σὺν πολλῇ στρατιᾷ, μεταξὺ δ᾽ ἐστὶν αὕτη τῆς τε Τυρίων γῆς καὶ τῆς Γαλιλαίας: ἀπάξειν γὰρ αὐτὸν ἐκ τῆς Συρίας ὑπέλαβον ἐπὶ τὴν τῶν Γαλιλαίων συμμαχίαν: τῆς γὰρ Γαλιλαίας ὄντας αὐτοὺς οὐ περιόψεσθαι πολεμουμένους: ὑπήντησεν αὐτοῖς τὸν ἀδελφὸν Σίμωνα καταλιπὼν ἐν τῇ Ἰουδαίᾳ, [155] ὃς στρατὸν ἐκ τῆς χώρας συναγαγὼν ὡς ἐνῆν ἱκανώτατον τὴν Βεθσούραν πολιορκῶν προσεκάθητο χωρίον τῆς Ἰουδαίας ὀχυρώτατον: κατεῖχεν γὰρ αὐτὸ φρουρὰ Δημητρίου. δεδήλωται δ᾽ ἡμῖν τοῦτο καὶ πρότερον. [156] ὡς δὲ χώματα μὲν ἐγείραντος τοῦ Σίμωνος, μηχανήματα δ᾽ ἱστάντος καὶ πολλῇ σπουδῇ χρωμένου περὶ τὴν τῆς Βεθσούρου πολιορκίαν ἔδεισαν οἱ φρουροί, μὴ κατὰ κράτος ἐξαιρεθέντος τοῦ χωρίου διαφθαρῶσιν, πέμψαντες πρὸς τὸν Σίμωνα ἠξίουν ὅρκους λαβόντες, ὥστε μηδὲν ὑπ᾽ αὐτοῦ παθεῖν, καταλιπεῖν τὸ χωρίον καὶ πρὸς Δημήτριον ἀπελθεῖν. [157] δὲ δοὺς ταύτας αὐτοῖς τὰς πίστεις ἐκβάλλει μὲν ἐκείνους ἐκ τῆς πόλεως, αὐτὸς δὲ φρουρὰν καθίστησιν ἰδίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: