previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[86]

Ἔτει δὲ πέμπτῳ καὶ ἑξηκοστῷ πρὸς τοῖς ἑκατὸν Δημήτριος Δημητρίου μετὰ πολλῶν μισθοφόρων, οὓς παρέσχεν αὐτῷ Λασθένης Κρής, ἄρας ἀπὸ τῆς Κρήτης κατέπλευσεν εἰς Κιλικίαν. [87] τοῦτο δὲ Ἀλέξανδρον ἀκούσαντα εἰς ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλεν καὶ παραχρῆμα ἐκ τῆς Φοινίκης εἰς Ἀντιόχειαν ἔσπευσεν, ἵνα τὰ ἐκεῖ πρὶν Δημήτριον ἐλθεῖν ἀσφαλῶς θῆται. [88] κατέλιπεν δὲ τῆς κοίλης Συρίας Ἀπολλώνιον τὸν Τάον ἡγεμόνα, ὃς μετὰ πολλῆς δυνάμεως εἰς Ἰάμνειαν ἐλθὼν ἔπεμψε πρὸς Ἰωνάθην τὸν ἀρχιερέα, λέγων ἄδικον εἶναι μόνον αὐτὸν ἐπ᾽ ἀδείας ζῆν καὶ μετὰ ἐξουσίας οὐχ ὑποτασσόμενον τῷ βασιλεῖ: τοῦτο δ᾽ αὐτῷ παρὰ πάντων ὄνειδος φέρειν, ὅτι μὴ ὑποτάξειεν αὐτὸν τῷ βασιλεῖ. [89]μὴ τοίνυν σαυτὸν ἐν τοῖς ὄρεσιν καθήμενος ἐξαπάτα νομίζων ἰσχὺν ἔχειν, ἀλλ᾽ εἰ θαρρεῖς τῇ σαυτοῦ δυνάμει καταβὰς εἰς τὸ πεδίον τῇ ἡμετέρᾳ στρατιᾷ συγκρίθητι, καὶ τὸ τέλος τῆς νίκης ἐπιδείξει τὸν ἀνδρειότατον. [90] ἴσθι μέντοι γε τοὺς ἀρίστους ἐξ ἑκάστης πόλεως ἐμοὶ συστρατεύεσθαι: καὶ γὰρ δὴ τοὺς σοὺς προγόνους οἱ ἀεὶ νικῶντές εἰσιν οὗτοι. ποιήσῃ δὲ τὸν πρὸς ἡμᾶς ἀγῶνα ἐν τοιαύτῃ γῇ, ἐν λίθοις οὐκ ἔστιν ἀλλ᾽ ὅπλοις ἀμύνασθαι οὐδὲ τόπος εἰς ὃν ἡττώμενος φεύξῃ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: