previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[267]

Τὰ μὲν οὖν περὶ Ὑρκανὸν τὸν ἀρχιερέα ἐν τούτοις ὑπῆρχεν, Δημητρίῳ δὲ τῷ βασιλεῖ προθυμουμένῳ στρατεύειν ἐπὶ Ὑρκανὸν οὐκ ἐξεγένετο καιρὸς οὐδὲ ἀφορμὴ τῶν τε Σύρων καὶ τῶν στρατιωτῶν πρὸς αὐτὸν ἀπεχθανομένων, πονηρὸς γὰρ ἦν, καὶ πεμψάντων πρὸς Πτολεμαῖον τὸν Φύσκωνα ἐπικληθέντα πρέσβεις, ὅπως τινὰ τῶν ἐκ τοῦ Σελεύκου γένους παραδῷ αὐτοῖς ἀποληψόμενον τὴν βασιλείαν. [268] τοῦ δὲ Πτολεμαίου πέμψαντος Ἀλέξανδρον μετὰ στρατιᾶς τὸν Ζεβίναν ἐπιλεγόμενον καὶ μάχης πρὸς τὸν Δημήτριον γενομένης, μὲν ἡττηθεὶς τῇ μάχῃ φεύγει πρὸς Κλεοπάτραν τὴν γυναῖκα εἰς Πτολεμαΐδα καὶ μὴ δεξαμένης αὐτὸν τῆς γυναικὸς ἐκεῖθεν ἀπελθὼν εἰς Τύρον ἁλίσκεται καὶ πολλὰ παθὼν ὑπὸ τῶν μισούντων ἀπέθανεν. [269] Ἀλέξανδρος δὲ τὴν βασιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα. ἔπειτα πολεμήσαντος αὐτῷ τοῦ Δημητρίου παιδὸς Ἀντιόχου τοῦ Γρυποῦ ἐπικληθέντος, ἡττηθεὶς τῇ μάχῃ διαφθείρεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: