previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[406]

Τότε καὶ Σίλων ἀπεκαλύψατο τὴν δωροδοκίαν: καθῆκε γὰρ τῶν οἰκείων στρατιωτῶν οὐκ ὀλίγους σπάνιν τῶν ἐπιτηδείων καταβοᾶν καὶ χρήματα εἰς τροφὰς αἰτεῖν καὶ χειμάσοντας ἀπάγειν εἰς τοὺς ἐπιτηδείους τόπους, τῶν περὶ τὴν πόλιν ὄντων ἐρήμων διὰ τὸ ὑπὸ τῶν Ἀντιγόνου στρατιωτῶν ἀνεσκευάσθαι, ἐκίνει τε τὸ στρατόπεδον καὶ ἀναχωρεῖν ἐπειρᾶτο. [407] Ἡρώδης δ᾽ ἐνέκειτο παρακαλῶν τούς τε ὑπὸ τῷ Σίλωνι ἡγεμόνας καὶ τοὺς στρατιώτας μὴ καταλιπεῖν αὐτόν, Καίσαρός τε καὶ Ἀντωνίου καὶ τῆς συγκλήτου προτρεψάντων αὐτόν: προνοήσειν γὰρ αὐτῶν τῆς εὐπορίας καὶ παρέξειν αὐτοῖς ἀφθονίαν ὧν ἐπιζητοῦσιν ῥᾳδίως. [408] καὶ μετὰ τὴν δέησιν εὐθὺς ἐξορμήσας εἰς τὴν χώραν οὐκέτ᾽ οὐδεμίαν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν ὑπελίπετο: πλῆθος γὰρ ὅσον οὐδ᾽ ἤλπισέν τις τῶν ἐπιτηδείων ἐκόμισεν, τοῖς τε περὶ Σαμάρειαν ᾠκειωμένοις πρὸς αὐτὸν ἐπέστειλεν σῖτα καὶ οἶνον καὶ ἔλαιον καὶ βοσκήματα τά τε ἄλλα πάντα κατάγειν εἰς Ἱεριχοῦντα τοῦ μηδὲ τὰς ἑξῆς ἡμέρας εἰς χορηγίαν τοὺς στρατιώτας ἐπιλιπεῖν. [409] οὐκ ἐλάνθανε δὲ ταῦτ᾽ Ἀντίγονον, ἀλλ᾽ εὐθὺς ἀπέπεμψεν κατὰ τὴν χώραν τοὺς εἴρξοντας καὶ λοχήσοντας τοὺς σιτηγοῦντας, οἱ δὲ πειθόμενοι τοῖς Ἀντιγόνου προστάγμασιν καὶ πολὺ πλῆθος ὁπλιτῶν περὶ Ἱεριχοῦντα ἀθροίσαντες παρεφύλασσον ἐπὶ τῶν ὀρῶν καθεσθέντες τοὺς τὰ ἐπιτήδεια κομίζοντας. [410] οὐ μὴν Ἡρώδης τούτων πραττομένων ἠρέμει, δέκα δὲ σπείρας ἀναλαβών, ὧν πέντε μὲν Ῥωμαίων, πέντε δὲ Ἰουδαίων ἦσαν, καὶ μισθοφόρους μιγάδας πρὸς οἷς ὀλίγους τῶν ἱππέων ἐπὶ Ἱεριχοῦντα παραγίνεται, καὶ τὴν μὲν πόλιν ἐκλελειμμένην καταλαβών, πεντακοσίους δὲ τὰ ἄκρα κατειληφότας σὺν γυναιξὶν καὶ γενεαῖς, τούτους μὲν ἀπέλυσεν λαβών, Ῥωμαῖοι δὲ εἰσπεσόντες διήρπασαν τὴν πόλιν μεσταῖς ἐπιτυγχάνοντες παντοίων κειμηλίων ταῖς οἰκίαις. [411] Ἱεριχοῦντος μὲν οὖν φρουρὰν καταλιπὼν βασιλεὺς ὑπέστρεψεν καὶ χειμάσουσαν τὴν Ῥωμαίων στρατιὰν εἰς τὰς προσκεχωρηκυίας διαφῆκεν Ἰδουμαίαν καὶ Γαλιλαίαν καὶ Σαμάρειαν. [412] ἔτυχεν δὲ καὶ Ἀντίγονος παρὰ Σίλωνος ἀντὶ τῆς δωροδοκίας ὥστε ὑποδέξασθαι τοῦ στρατοῦ μοῖραν ἐν Λύδδοις θεραπεύων Ἀντώνιον. καὶ Ῥωμαῖοι μὲν ἐν ἀφθόνοις διῆγον ἀνειμένοι τῶν ὅπλων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: