previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[185]

Σέντιος μὲν τοιούτοις ἐχρῆτο τοῖς λόγοις καὶ τῶν βουλευτῶν ἡδονῇ δεχομένων καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν. ἀναπηδήσας δέ τις Τρεβέλλιος Μάξιμος περιαιρεῖται τὸν δακτύλιον τοῦ Σεντίου, λίθος δὲ εἰκόνα Γαΐου ἐγγεγλυμμένος ἐδεσμεύετο αὐτῷ, καὶ σπουδῇ τῶν λεγομένων καὶ ὧν ἐπενόει πράξειν, ὅπερ ᾤετο, ἐν λήθῃ γεγονότι * καὶ μὲν γλυφὴ κατάγνυται. [186] προεληλύθει δὲ νὺξ ἐπὶ μέγα, καὶ Χαιρέας δὲ σημεῖον ᾔτει τοὺς ὑπάτους, οἱ δὲ ἐλευθερίαν ἔδοσαν. ἐν θαύματι δὲ ἦν αὐτοῖς καὶ ὅμοια ἀπιστίᾳ τὰ δρώμενα: [187] ἔτει γὰρ ἑκατοστῷ, μεθ᾽ τὴν δημοκρατίαν τὸ πρῶτον ἀφῃρέθησαν, ἐπὶ τοὺς ὑπάτους σημείου παράδοσις: οὗτοι γὰρ πρότερον τυραννηθῆναι τὴν πόλιν κύριοι τῶν στρατιωτικῶν ἦσαν. [188] Χαιρέας δὲ τὸ σημεῖον λαβὼν παρεδίδου τῶν στρατιωτῶν τοῖς πρὸς τὴν σύγκλητον συνεστηκόσιν. ἦσαν δὲ εἰς σπείρας τέσσαρας, οἷς τὸ ἀβασίλευτον τιμιώτερον τῆς τυραννίδος προύκειτο. [189] καὶ οἵδε μὲν ἀπῄεσαν μετὰ τῶν χιλιάρχων, ἀνεχώρει δὲ ἤδη καὶ δῆμος περιχαρὴς καὶ ἐλπίδος καὶ φρονήματος ἐπὶ τῷ κτησαμένῳ τὴν ἡγεμονίαν αὐτοῖς, οὐκέτι ἐπὶ τῷ ἐφεστηκότι. καὶ τὰ πάντα ἦν Χαιρέας αὐτοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: