previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[304]

Τοῦ δὲ Φαραώθου μηδ᾽ οὕτως εἴκοντος τοῖς τοῦ θεοῦ βουλήμασιν, ἀλλὰ τὰς μὲν γυναῖκας συναπαίρειν τοῖς ἀνδράσιν ἀξιοῦντος καταλείπεσθαι δὲ τοὺς παῖδας, οὐκ ἠπόρει τὸ θεῖον τὴν πονηρίαν αὐτοῦ ποικίλοις κακοῖς καὶ μείζοσι τῶν προενδεδημηκότων μετερχόμενον βασανίσαι: ἀλλὰ γὰρ δεινῶς αὐτοῖς ἐξηλκοῦτο τὰ σώματα τῶν ἐντὸς διαφθειρομένων, καὶ τὸ πολὺ τῶν Αἰγυπτίων οὕτως ἀπώλλυτο. [305] μηδ᾽ ὑπὸ ταύτης δὲ τῆς πληγῆς σωφρονιζομένου τοῦ βασιλέως χάλαζα μήτε πρότερον τοῦ κατ᾽ Αἴγυπτον ἀέρος τοῦτο πεπονθότος μήθ᾽ ὁμοία τῇ παρ᾽ ἄλλοις ὥρᾳ χειμῶνος κατιούσῃ, μείζων δὲ τῆς παρὰ τοῖς τὰ βόρεια καὶ τὴν ἄρκτον νεμομένοις, ἔαρος ἀκμάζοντος κατενεχθεῖσα τοὺς καρποὺς αὐτῶν κατέκλασεν. [306] ἔπειτα φῦλον ἀκρίδων ἐπινέμεται τὴν ὑπὸ τῆς χαλάζης μὴ καταβλαβεῖσαν σποράν, ὥστε πρὸς ἀκριβὲς πάσας τοῖς Αἰγυπτίοις τὰς ἀπὸ τῆς γῆς τῶν καρπῶν ἐλπίδας διολέσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: