previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[45]

Δημοτελοῦς οὖν ἑορτῆς ἐπιστάσης, καθ᾽ ἣν εἰς τὴν πανήγυριν καὶ γυναιξὶ φοιτᾶν νόμιμον ἦν, σκήπτεται νόσον πρὸς τὸν ἄνδρα θηρωμένη μόνωσιν καὶ σχολὴν εἰς τὸ δεηθῆναι τοῦ Ἰωσήπου, καὶ γενομένης αὐτῇ ταύτης λιπαρεστέρους ἔτι τῶν πρώτων αὐτῷ προσηνέγκατο λόγους, [46] ὡς καλῶς μὲν εἶχεν αὐτὸν μετὰ τὴν ἐξ ἀρχῆς δέησιν εἶξαι καὶ μηδὲ ἀντειρηκέναι κατά τε τὴν τῆς παρακαλούσης ἐντροπὴν καὶ τὴν τοῦ πάθους ὑπερβολήν, ὑφ᾽ οὗ βιασθείη δέσποινα οὖσα τοῦ κατὰ ταύτην ἀξιώματος ταπεινοτέρα γενέσθαι, φρονήσει δὲ καὶ νῦν ἄμεινον ἐνδοὺς καὶ τὸ ἐπὶ τοῖς παρελθοῦσιν ἄγνωμον διορθώσεται: [47] εἴτε γὰρ δευτέραν δέησιν ἐξεδέχετο, ταύτην γεγονέναι καὶ μετὰ πλείονος σπουδῆς: νόσον τε γὰρ προφασίσασθαι καὶ τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως τὴν πρὸς αὐτὸν ὁμιλίαν προτιμῆσαι: εἴτε τοῖς πρώτοις ὑπὸ ἀπιστίας ἀντέκρουσε λογισμοῖς, τοῦ μηδεμίαν κακουργίαν εἶναι κρίνειν σύμβολον τὸ τοῖς αὐτοῖς ἐπιμένειν. [48] προσδοκᾶν τε τῶν παρόντων ἀγαθῶν ὄνησιν, ὧν ἤδη μετέχειν, προσθέμενον αὐτῆς τῷ ἔρωτι καὶ μειζόνων ἀπολαύσειν ὑπήκοον γενόμενον, ἄμυναν δὲ καὶ μῖσος παρ᾽ αὐτῆς ἀποστραφέντα τὴν ἀξίωσιν καὶ τοῦ χαρίσασθαι τῇ δεσποίνῃ τὴν τῆς σωφροσύνης δόκησιν ἐπίπροσθε θέμενον. [49] οὐ γὰρ αὐτὸν τοῦτο ὠφελήσειν τραπείσης εἰς κατηγορίαν αὐτοῦ καὶ καταψευσαμένης πεῖραν ἐπὶ τἀνδρί, προσέξειν δὲ μᾶλλον τοῖς αὐτῆς λόγοις Πετεφρὴν τοῖς ἐκείνου, κἂν ὅτι μάλιστα ἀπὸ τῆς ἀληθείας φέρωνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: