previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[64]

Ἔλεγε δ᾽ οὖν ἰδεῖν κατὰ τοὺς ὕπνους τριῶν κλημάτων πεφυκυίας ἀμπέλου βότρυς ἐξ ἑκάστου ἀποκρέμασθαι μεγάλους ἤδη καὶ πρὸς τρύγητον ὡραίους, καὶ τούτους αὐτὸς ἀποθλίβειν εἰς φιάλην ὑπέχοντος τοῦ βασιλέως διηθήσας τε τὸ γλεῦκος δοῦναι τῷ βασιλεῖ πιεῖν, κἀκεῖνον δέξασθαι κεχαρισμένως. [65] τὸ μὲν οὖν ἑωραμένον ἐδήλου τοιοῦτον ὄν, ἠξίου δ᾽ εἴ τι μεμοίραται συνέσεως φράζειν αὐτῷ τὴν πρόρρησιν τῆς ὄψεως. δὲ θαρρεῖν τε παρεκάλει καὶ προσδοκᾶν ἐν τρισὶν ἡμέραις ἀπολυθήσεσθαι τῶν δεσμῶν τοῦ βασιλέως ποθήσαντος αὐτοῦ τὴν διακονίαν καὶ πάλιν εἰς ταύτην αὐτὸν ἐπανάξοντος: [66] καρπὸν γὰρ ἐσήμαινεν ἀμπέλινον ἐπ᾽ ἀγαθῷ τὸν θεὸν ἀνθρώποις παρασχεῖν, ὃς αὐτῷ τε ἐκείνῳ σπένδεται καὶ πίστιν ἀνθρώποις καὶ φιλίαν ὁμηρεύει, διαλύων μὲν ἔχθρας τὰ πάθη δὲ καὶ τὰς λύπας ἐξαιρῶν τοῖς προσφερομένοις αὐτὸν καὶ πρὸς ἡδονὴν ὑποφέρων. ‘ [67] τοῦτον οὖν φῂς ἐκ τριῶν ἀποθλιβέντα βοτρύων χερσὶ ταῖς σαῖς προσέσθαι τὸν βασιλέα: καλὴν τοίνυν ἴσθι σοι τὴν ὄψιν γεγενημένην καὶ προμηνύουσαν ἄφεσιν τῆς παρούσης ἀνάγκης ἐν τοσαύταις ἡμέραις, ἐξ ὅσων κλημάτων τὸν καρπὸν ἐτρύγησας κατὰ τοὺς ὕπνους. [68] μέμνησο μέντοι τούτων πειραθεὶς τοῦ προκαταγγείλαντός σοι τὰ ἀγαθά, καὶ γενόμενος ἐν ἐξουσίᾳ μὴ περιίδῃς ἡμᾶς ἐν οἷς καταλείψεις πρὸς δεδηλώκαμεν ἀπερχόμενος: οὐδὲν γὰρ ἐξαμαρτόντες ἐν δεσμοῖς γεγόναμεν, [69] ἀλλ᾽ ἀρετῆς ἕνεκα καὶ σωφροσύνης τὰ τῶν κακούργων ὑπομένειν κατεκρίθημεν οὐδέ γε μετ᾽ οἰκείας ἡδονῆς τὸν ταῦθ᾽ ἡμᾶς ἐργασάμενον ὑβρίσαι θελήσαντες.’ τῷ μὲν οὖν οἰνοχόῳ χαίρειν κατὰ τὸ εἰκὸς ἀκούσαντι τοιαύτης τῆς τοῦ ὀνείρατος ἐξηγήσεως ὑπῆρχε καὶ περιμένειν τῶν δεδηλωμένων τὴν τελευτήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: