previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[224]

Ἀναγκαῖον δ᾽ εἶναι νομίζω καὶ τῇ ἱστορίᾳ ταύτῃ προσῆκον διηγήσασθαι περὶ τῶν ἀρχιερέων, πῶς ἀρξάμενοι καὶ τίσιν ἔξεστι τῆς τιμῆς ταύτης μεταλαμβάνειν καὶ πόσοι γεγόνασιν μέχρι τῆς τοῦ πολέμου τελευτῆς. [225] πρῶτον μὲν οὖν πάντων λέγουσιν Ἀαρῶνα τὸν Μωυσέως ἀδελφὸν ἀρχιερατεῦσαι τῷ θεῷ, τελευτήσαντος δὲ ἐκείνου διαδέξασθαι τοὺς παῖδας εὐθὺς κἀπ᾽ ἐκείνων τοῖς ἐγγόνοις αὐτῶν διαμεῖναι τὴν τιμὴν ἅπασιν. [226] ὅθεν καὶ πάτριόν ἐστι μηδένα τοῦ θεοῦ τὴν ἀρχιερωσύνην λαμβάνειν τὸν ἐξ αἵματος τοῦ Ἀαρῶνος, ἑτέρου δὲ γένους οὐδ᾽ ἂν βασιλεὺς ὢν τύχῃ τεύξεται τῆς ἀρχιερωσύνης. [227] ἐγένοντο οὖν πάντες τὸν ἀριθμὸν ἀπὸ Ἀαρῶνος, ὡς ἔφαμεν, τοῦ πρώτου γενομένου μέχρι Φανάσου τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιαστῶν ἀρχιερέως ἀναδειχθέντος ὀγδοήκοντα τρεῖς. [228] ἐκ τούτων κατὰ τὴν ἔρημον ἐπὶ τῶν Μωυσέως χρόνων τῆς σκηνῆς ἑστώσης, ἣν Μωυσῆς τῷ θεῷ κατεσκεύασεν, μέχρι τῆς εἰς Ἰουδαίαν ἀφίξεως, ἔνθα Σολόμων βασιλεὺς τῷ θεῷ τὸν ναὸν ἤγειρεν, ἀρχιεράτευσαν δεκατρεῖς. [229] τὸ γὰρ πρῶτον ἕως τοῦ βίου τελευτῆς τὰς ἀρχιερωσύνας εἶχον, ὕστερον δὲ καὶ παρὰ ζώντων διεδέχοντο. οἱ τοίνυν δεκατρεῖς οὗτοι τῶν δύο παίδων Ἀαρῶνος ὄντες ἔγγονοι κατὰ διαδοχὴν τὴν τιμὴν παρελάμβανον. ἐγένετο δὲ αὐτῶν ἀριστοκρατικὴ μὲν πρώτη πολιτεία, μετὰ ταύτην δὲ μοναρχία, βασιλέων δὲ τρίτη. [230] γίνεται δὲ τῶν ἐτῶν ἀριθμὸς ὧν ἦρξαν οἱ δεκατρεῖς ἀφ᾽ ἧς ἡμέρας οἱ πατέρες ἡμῶν ἐξέλιπον Αἴγυπτον Μωυσέως ἄγοντος μέχρι τῆς τοῦ ναοῦ κατασκευῆς, ὃν Σολόμων βασιλεὺς ἐν Ἱεροσολύμοις ἀνήγειρεν, ἔτη δώδεκα πρὸς τοῖς ἑξακοσίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: