previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[179]

Θαυμάσειε δ᾽ ἄν τις τῶν ἀνθρώπων τὴν πρὸς ἡμᾶς ἀπέχθειαν, ἣν ὡς ἐκφαυλιζόντων ἡμῶν τὸ θεῖον ὅπερ αὐτοὶ σέβειν προῄρηνται διατετελέκασιν ἐσχηκότες: [180] εἰ γάρ τις τῆς σκηνῆς κατανοήσειε τὴν πῆξιν καὶ τοῦ ἱερέως ἴδοι τὴν στολὴν τά τε σκεύη, οἷς περὶ τὴν ἱερουργίαν χρώμεθα, τόν τε νομοθέτην εὑρήσει θεῖον ἄνδρα καὶ ματαίως ἡμᾶς ὑπὸ τῶν ἄλλων τὰς βλασφημίας ἀκούοντας: ἕκαστα γὰρ τούτων εἰς ἀπομίμησιν καὶ διατύπωσιν τῶν ὅλων, εἴ τις ἀφθόνως ἐθέλοι καὶ μετὰ συνέσεως σκοπεῖν, εὑρήσει γεγονότα: [181] τήν τε γὰρ σκηνὴν τριάκοντα πηχῶν οὖσαν νείμας εἰς τρία καὶ δύο μέρη πᾶσιν ἀνεὶς τοῖς ἱερεῦσιν ὥσπερ βέβηλόν τινα καὶ κοινὸν τόπον, τὴν γῆν καὶ τὴν θάλασσαν ἀποσημαίνει: καὶ γὰρ ταῦτα πᾶσίν ἐστιν ἐπιβατά. τὴν δὲ τρίτην μοῖραν μόνῳ περιέγραψε τῷ θεῷ διὰ τὸ καὶ τὸν οὐρανὸν ἀνεπίβατον εἶναι ἀνθρώποις. [182] ἐπί τε τῇ τραπέζῃ τοὺς δώδεκα τιθεὶς ἄρτους ἀποσημαίνει τὸν ἐνιαυτὸν εἰς τοσούτους μῆνας διῃρημένον. τὴν δὲ λυχνίαν ἐξ ἑβδομήκοντα μορίων ποιήσας συγκειμένην τὰς τῶν πλανητῶν δεκαμοιρίας ᾐνίξατο: καὶ λύχνους ὑπὲρ αὐτῆς ἑπτά, τῶν πλανητῶν τὴν φοράν: τοσοῦτοι γάρ εἰσι τὸν ἀριθμόν. [183] τά τε φάρση ἐκ τεσσάρων ὑφανθέντα τὴν τῶν στοιχείων φύσιν δηλοῖ: τε γὰρ βύσσος τὴν γῆν ἀποσημαίνειν ἔοικε διὰ τὸ ἐξ αὐτῆς ἀνεῖσθαι τὸ λίνον, τε πορφύρα τὴν θάλασσαν τῷ πεφοινῖχθαι τῶν ἰχθύων τῷ αἵματι, τὸν δὲ ἀέρα βούλεται δηλοῦν ὑάκινθος, καὶ φοῖνιξ δ᾽ ἂν εἴη τεκμήριον τοῦ πυρός. [184] ἀποσημαίνει δὲ καὶ τοῦ ἀρχιερέως χιτὼν τὴν γῆν λίνεος ὤν, δὲ ὑάκινθος τὸν πόλον, ἀστραπαῖς μὲν κατὰ τοὺς ῥοΐσκους ἀπεικασμένος βρονταῖς δὲ κατὰ τὸν τῶν κωδώνων ψόφον. καὶ τὴν ἐφαπτίδα τοῦ παντὸς τὴν φύσιν ἐκ τεσσάρων δοχθεῖσαν γενέσθαι τῷ θεῷ χρυσῷ συνυφασμένην κατ᾽ ἐπίνοιαν οἶμαι τῆς προσούσης ἅπασιν αὐγῆς. [185] καὶ τὸν ἐσσῆνα μέσον ὄντα τῆς ἐφαπτίδος ἐν τρόπῳ γῆς ἔταξε: καὶ γὰρ αὕτη τὸν μεσαίτατον τόπον ἔχει: ζώνῃ τε περιοδεύσας τὸν ὠκεανὸν ἀποσημαίνει: καὶ γὰρ οὗτος ἐμπεριείληφε τὰ πάντα. δηλοῖ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην τῶν σαρδονύχων ἑκάτερος, οἷς ἐνεπόρπωσε τὸν ἀρχιερέα. [186] τήν τε δωδεκάδα τῶν λίθων εἴτε τοὺς μῆνάς τις θέλοι νοεῖν, εἴτε τὸν οὕτως ἀριθμὸν τῶν ἀστέρων, ὃν ζωδιακὸν κύκλον Ἕλληνες καλοῦσι, τῆς κατ᾽ ἐκεῖνο γνώμης οὐκ ἂν ἁμάρτοι: καὶ πῖλος δέ μοι δοκεῖ τὸν οὐρανὸν τεκμηριοῦν ὑακίνθινος πεποιημένος, [187] οὐ γὰρ ἂν ἄλλως ὑπερανετίθετο αὐτῷ τὸ ὄνομα τοῦ θεοῦ τῇ στεφάνῃ ἠγλαϊσμένον καὶ ταύτῃ χρυσέᾳ, διὰ τὴν αὐγήν, μάλιστα χαίρει τὸ θεῖον. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτόν μοι δεδηλώσθω πολλάκις τε καὶ ἐν πολλοῖς τὴν ἀρετὴν τοῦ νομοθέτου παρεξόντων ἡμῖν διελθεῖν τῶν πραγμάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: