previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[255]

Ἐκ μέντοι τοῦ κοινοῦ σῖτος ὀπτὸς ζύμης ἄμοιρος, ἀσσαρῶνες δ᾽ εἴκοσι καὶ τέσσαρες εἰς τοῦτο ἀναλοῦνται. ὀπτῶνται δὲ ἀνὰ δύο διαιρεθέντες μὲν τῇ πρὸ τοῦ σαββάτου, τῷ δὲ σαββάτῳ πρωῒ κομισθέντες ἐπὶ τῆς ἱερᾶς τραπέζης τίθενται κατὰ ἓξ εἰς ἀλλήλους τετραμμένοι. [256] δύο δὲ χρυσέων ὑπερκειμένων πινάκων λιβανωτοῦ γεμόντων διαμένουσιν ἕως τοῦ ἑτέρου σαββάτου: καὶ τότε μὲν ἀντ᾽ ἐκείνων ἄλλοι κομίζονται, οἱ δὲ τοῖς ἱερεῦσι πρὸς τροφὴν δίδονται, καὶ τοῦ λιβανωτοῦ θυμιωμένου ἐπὶ τῷ ἱερῷ πυρί, ἐφ᾽ καὶ ὁλοκαυτοῦσι τὰ πάντα, λιβανωτὸς ὑπὲρ ἐκείνου ἄλλος ὑπὲρ τῶν ἄρτων προστίθεται. [257] θύει δ᾽ ἱερεὺς ἐκ τῶν ἰδίων ἀναλωμάτων, καὶ δὶς ἑκάστης ἡμέρας τοῦτο ποιεῖ, ἄλευρον ἐλαίῳ μεμαγμένον καὶ πεπηγὸς ὀπτήσει βραχείᾳ, καὶ εἷς μέν ἐστιν ἀσσάρων τοῦ ἀλεύρου, τούτου δὲ τὸ μὲν ἥμισυ τὸ πρωΐ, τὸ δ᾽ ἕτερον δείλης ἐπιφέρει τῷ πυρί. τὸν μὲν οὖν περὶ τούτων λόγον ἀκριβέστερον αὖθις δηλώσομεν, ἱκανὰ δέ μοι δοκεῖ καὶ νῦν περὶ αὐτῶν προειρῆσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: