previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[300]

Ἀναγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν Μωυσῆς εἰς τὴν καλουμένην Φάραγγα πλησίον οὖσαν τοῖς Χαναναίων ὁρίοις καὶ χαλεπὴν ἐνδιαιτᾶσθαι εἰς ἐκκλησίαν ἀθροίζει τὸ πλῆθος καὶ καταστάς, ‘δύο, φησί, τοῦ θεοῦ κρίναντος ἡμῖν παρασχεῖν ἀγαθά, ἐλευθερίαν καὶ γῆς κτῆσιν εὐδαίμονος, τὴν μὲν ἤδη δόντος ἔχετε, τὴν δὲ ἤδη λήψεσθε. [301] Χαναναίων γὰρ ἐπὶ τοῖς ὅροις καθήμεθα, καὶ κωλύσει τὸ λοιπὸν ἐπιόντας οὐ μόνον οὐ βασιλεὺς οὐ πόλις ἡμᾶς, ἀλλ᾽ οὐδὲ τὸ πᾶν ἀθροισθέντων ἔθνος. παρασκευαζώμεθα οὖν πρὸς τὸ ἔργον: οὐ γὰρ ἀμαχητὶ παραχωρήσουσιν ἡμῖν τῆς γῆς, ἀλλὰ μεγάλοις αὐτὴν ἀγῶσιν ἀφαιρεθέντες. [302] πέμψωμεν δὲ κατασκόπους, οἳ τῆσδε τῆς γῆς ἀρετὴν κατανοήσουσι καὶ πόση δύναμις αὐτοῖς. πρὸ δὲ πάντων ὁμονοῶμεν καὶ τὸν θεόν, ὅς ἐστιν ἐπὶ πᾶσιν ἡμῖν βοηθὸς καὶ σύμμαχος, διὰ τιμῆς ἔχωμεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: