previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑβραίους δ᾽ κατὰ τὴν ἐρημίαν βίος ἀηδὴς καὶ χαλεπὸς ὢν ἐπόνει καὶ κωλύοντος τοῦ θεοῦ τῶν Χαναναίων πεῖραν λαμβάνειν: οὐ γὰρ ἠξίουν τοῖς Μωυσέος πειθαρχοῦντες λόγοις ἠρεμεῖν, ἀλλὰ καὶ δίχα τῆς παρ᾽ ἐκείνου προθυμίας κρατήσειν αὐτοὶ τῶν πολεμίων νομίζοντες κατηγόρουν μὲν αὐτοῦ καὶ πραγματεύεσθαι μένειν αὐτοὺς ἀπόρους ὑπενόουν, ἵν᾽ ἀεὶ τῆς ἐξ αὐτοῦ βοηθείας δέωνται, [2] πολεμεῖν δὲ τοῖς Χαναναίοις ὡρμήκεσαν λέγοντες τὸν θεὸν οὐχὶ Μωυσεῖ χαριζόμενον ἐπικουρεῖν αὐτοῖς, ἀλλὰ καὶ κοινῇ κηδόμενον αὐτῶν τοῦ ἔθνους διὰ τοὺς προγόνους ὧν ἐπετρόπευσε καὶ διὰ τὴν αὐτῶν ἀρετὴν πρότερόν τε παρασχεῖν τὴν ἐλευθερίαν καὶ νῦν βουλομένοις πονεῖν ἀεὶ παρέσεσθαι σύμμαχον: [3] εἶναί τε καὶ κατ᾽ αὐτοὺς ἱκανοὶ κρατεῖν τῶν ἐθνῶν ἔφασκον, κἂν ἀπαλλοτριοῦν αὐτῶν Μωυσῆς ἐθελήσῃ τὸν θεόν: ὅλως τε συμφέρειν αὐτοῖς τὸ αὐτοκράτορσιν εἶναι, καὶ μὴ χαίροντας ἐπὶ τῷ τῆς παρ᾽ Αἰγυπτίων ἐξελθεῖν ὕβρεως Μωυσῆν τύραννον ἀνέχεσθαι καὶ ζῆν πρὸς τὴν τούτου βούλησιν ἐξαπατωμένους, [4] ὅτι μόνῳ τὸ θεῖον αὐτῷ προδηλοῖ περὶ τῶν ἡμετέρων κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν, ὡς οὐχ ἁπάντων ἐκ τῆς Ἁβράμου γενεᾶς ὄντων, ἀλλ᾽ αἴτιον ἕνα τούτων τοῦ θεοῦ παρεσχηκότος εἰς τὸ πάντ᾽ αὐτὸν εἰδέναι τὰ μέλλοντα παρ᾽ αὐτοῦ μανθάνοντα: [5] δόξειν τε συνετοὺς εἶναι τῆς ἀλαζονείας αὐτοῦ καταγνόντες καὶ τῷ θεῷ πιστεύσαντες κτήσασθαι γῆν ἣν αὐτοῖς ὑπέσχηται θελήσασιν, ἀλλὰ μὴ τῷ διὰ τὴν αἰτίαν ταύτην ἐπ᾽ ὀνόματι τοῦ θεοῦ κωλύοντι προσσχοῖεν. [6] τὴν ἀπορίαν οὖν λογιζόμενοι καὶ τὴν ἐρημίαν, ὑφ᾽ ἧς ἔτι ταύτην αὐτοῖς χείρω συνέβαινεν εἶναι δοκεῖν, ἐπὶ τὴν πρὸς τοὺς Χαναναίους μάχην ἦσαν ὡρμημένοι, τὸν θεὸν προστησάμενοι στρατηγὸν ἀλλ᾽ οὐχὶ τὴν παρὰ τοῦ νομοθέτου συνεργίαν περιμένοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: