previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[294]

Γῆν ὑμῖν ἣν θεὸς ἔδωκε πόνων καταφρονοῦσι καὶ ψυχὰς πρὸς ἀρετὴν ἠσκημένοις ἀπόλεμον μὲν νέμεσθαι παράσχοι τε κεκτημένοις αὐτὴν μήτε ἀλλοτρίων εἰς αὐτὴν ἐπὶ κακώσει στρατευσάντων μήτε στάσεως ἐμφυλίου κατασχούσης ὑμᾶς, [295] ὑφ᾽ ἧς τἀναντία πατράσι τοῖς ἑαυτῶν πράττοντες ἀπολεῖτε τὰ ἐκείνοις νομισθέντα, χρώμενοί τε νόμοις οὓς ἀγαθοὺς δοκιμάσας θεὸς παραδίδωσι διατελοίητε: ἔργον δ᾽ ὅτι ἂν πολεμικὸν νῦν ὑφ᾽ ὑμῶν ὕστερον ἐπὶ παίδων ὑμετέρων γένηται τοῦθ᾽ ὑπερόριον πραχθείη. [296] μέλλοντας δὲ πολεμεῖν πρεσβείαν καὶ κήρυκας πέμπειν παρὰ τοὺς ἑκουσίως πολεμίους: πρὸ γὰρ τῶν ὅπλων καλὸν εἶναι χρῆσθαι λόγοις πρὸς αὐτοὺς δηλοῦντας, ὅτι καὶ στρατιὰν πολλὴν ἔχοντες καὶ ἵππους καὶ ὅπλα καὶ πρὸ τούτων εὐμενῆ τὸν θεὸν καὶ σύμμαχον, ὅμως ἀξιοῦτε μὴ ἀναγκάζεσθαι πολεμεῖν αὐτοῖς μηδὲ τὰ ἐκείνων ἀφαιρουμένους ἀβούλητον αὑτοῖς κέρδος προσλαμβάνειν. [297] καὶ πειθομένων μὲν καλῶς ὑμᾶς ἔχειν τὴν εἰρήνην φυλάττειν, εἰ δὲ φρονοῦντες ἐφ᾽ ἑαυτοῖς ὡς ἰσχύι διαφέρουσιν ἀδικεῖν ἐθέλοιεν, στρατὸν ἐπ᾽ αὐτοὺς ἀγάγοιτε, στρατηγῷ μὲν αὐτοκράτορι χρώμενοι τῷ θεῷ, ὑποστράτηγον δὲ χειροτονήσαντες ἕνα τὸν ἀρετῇ προύχοντα: πολυαρχία γὰρ πρὸς τῷ τοῖς ὀξέως τι πράττειν ἀνάγκην ἔχουσιν ἐμπόδιον εἶναι καὶ βλάπτειν πέφυκε τοὺς χρωμένους. [298] στρατὸν δ᾽ ἄγειν καθαρὸν ἐκ πάντων τῶν ῥώμῃ σωμάτων καὶ ψυχῆς εὐτολμίᾳ διαφερόντων τὸ δειλὸν ἀποκρίναντας, μὴ τοὺς πολεμίους παρὰ τὸ ἔργον τραπὲν εἰς φυγὴν ὠφελήσῃ. τούς τε νεωστὶ δειμαμένους οἰκίας, οἷς οὔπω χρόνος ἀπολαύσεως αὐτῶν ἐνιαύσιος, καὶ φυτεύσαντας οὔπω δὲ καρπῶν μετεσχηκότας, ἐᾶν κατὰ χώραν, καὶ τοὺς μνηστευσαμένους δὲ καὶ νεωστὶ γεγαμηκότας, μὴ πόθῳ τούτων φειδόμενοι τοῦ ζῆν καὶ τηροῦντες αὑτοὺς εἰς τὴν τούτων ἀπόλαυσιν ἐθελοκακήσωσι περὶ τὰς γυναῖκας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: